35
ὅμως, ἵνα τὰ πρὸ τοῦ πάθους παρῶ πολλά γε ὄντα καὶ διάφορα, μετὰ τὴν ἀνάστασιν ἀπιστοῦσι τοῖς ἀποστόλοις οὐ τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρωπότητα ἔδειξε· "Βλέπετε, γάρ φησι, τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Ἰδού σοι πεπληρώκαμεν τὴν ὑπόσχεσιν· ἐδείξαμεν γὰρ τοῖς μὲν ἀγνοοῦσι τὴν θεότητα τὴν περὶ ταύτης προσενεχθεῖσαν διδασκαλίαν· τοῖς δὲ ἀπιστοῦσι τῇ τῆς σαρκὸς ἀναστάσει ταύτην ἐπιδειχθεῖσαν· παῦσαι τοίνυν φιλονεικῶν, καὶ τὰς δύο τοῦ σωτῆρος ὁμολόγησον φύσεις. {ΕΡΑΝ.} ∆ύο πρὸ τῆς ἑνώσεως ἦσαν· συνελθοῦσαι δὲ μίαν ἀπετέλε σαν φύσιν. {ΟΡΘ.} Πότε δὲ φὴς γεγενῆσθαι τὴν ἕνωσιν; {ΕΡΑΝ.} Εὐθὺς ἐγὼ λέγω παρὰ τὴν σύλληψιν. {ΟΡΘ.} Τὸν δὲ θεὸν λόγον οὐ προϋπάρχειν τῆς συλλήψεως λέγεις; {ΕΡΑΝ.} Πρὸ τῶν αἰώνων εἶναί φημι. {ΟΡΘ.} Τὴν δέ γε σάρκα συνυπάρχειν αὐτῷ; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἐκ πνεύματος ἁγίου μετὰ τὴν τοῦ ἀγγέλου διαπλασθῆ ναι πρόσρησιν; {ΕΡΑΝ.} Οὕτως φημί. {ΟΡΘ.} Οὐκοῦν οὐ δύο ἦσαν πρὸ τῆς ἑνώσεως φύσεις, ἀλλὰ μία μόνη. Εἰ γὰρ προϋπάρχει μὲν ἡ θεότης, ἡ δέ γε ἀνθρωπότης οὐ 133 συνυπάρχει (διεπλάσθη γὰρ μετὰ τὸν ἀγγελικὸν ἀσπασμόν, συνῆπται δὲ τῇ διαπλάσει ἡ ἕνωσις), μία ἄρα φύσις πρὸ τῆς ἑνώσεως ἦν, ἡ ἀεὶ οὖσα καὶ πρὸ τῶν αἰώνων οὖσα. Ἀλλὰ γὰρ καὶ αὖθις αὐτὸ τοῦτο σκοπήσωμεν. Τὴν σάρκωσιν ἤγουν τὴν ἐνανθρώπησιν ἄλλο τι νομί ζεις παρὰ τὴν ἕνωσιν; {ΕΡΑΝ.} Οὐχί. {ΟΡΘ.} Σάρκα γὰρ προσλαβὼν ἐσαρκώθη; {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Συνῆπται δὲ τῇ προσλήψει ἡ ἕνωσις; {ΕΡΑΝ.} Οὕτω λέγω. {ΟΡΘ.} Μία οὖν φύσις πρὸ τῆς ἐνανθρωπήσεως ἦν. Εἰ γὰρ ταὐτὸν ἕνωσίς τε καὶ ἐνανθρώπησις, ἐνηνθρώπησε δὲ τὴν ἀνθρωπείαν φύσιν λαβών, ἔλαβε δὲ ἡ τοῦ θεοῦ μορφὴ τὴν τοῦ δούλου μορφήν, μία ἄρα φύσις ἡ θεία πρὸ τῆς ἑνώσεως ἦν. {ΕΡΑΝ.} Καὶ πῶς ταὐτὸν ἕνωσίς τε καὶ ἐνανθρώπησις; {ΟΡΘ.} Συνωμολόγησας ἀρτίως μὴ διαφέρειν ταυτὶ τὰ ὀνόματα. {ΕΡΑΝ.} Τοῖς σοῖς με παρεκρούσω συλλογισμοῖς. {ΟΡΘ.} Καὶ μὴν ἁπλῆν σοι παρενήνοχα πεῦσιν. {ΕΡΑΝ.} Ἀλλὰ τοῖς προρρηθεῖσι προσεῖχον συλλογισμοῖς ἔτι. {ΟΡΘ.} Τὸν αὐτὸν οὖν, εἰ δοκεῖ, πάλιν ἀναλάβωμεν λόγον. {ΕΡΑΝ.} Τοῦτο ποιητέον. {ΟΡΘ.} Ἡ σάρκωσις πρὸς τὴν ἕνωσιν ἔχει διαφορὰν κατ' αὐτὴν τὴν τοῦ πράγματος φύσιν; {ΕΡΑΝ.} Πλείστην μὲν οὖν. {ΟΡΘ.} ∆ίδαξον τὰ εἴδη ταύτης ἀφθόνως. {ΕΡΑΝ.} Καὶ αὐτὸς τῶν ὀνομάτων ὁ νοῦς δηλοῖ τὸ διάφορον. Ἡ μὲν γὰρ σάρκωσις τῆς σαρκὸς δηλοῖ τὴν ἀνάληψιν, ἡ δέ γε ἕνωσις τὴν τῶν διεστώτων συνάφειαν. {ΟΡΘ.} Πρεσβυτέραν δὲ τὴν σάρκωσιν τῆς ἑνώσεως λέγεις; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἐν τῇ συλλήψει γεγενῆσθαι τὴν ἕνωσιν; {ΕΡΑΝ.} Οὕτω φημί. {ΟΡΘ.} Οὐκοῦν εἰ μηδὲ τὸ ἀκαριαῖον τοῦ χρόνου τῆς λήψεως τῆς σαρκὸς καὶ τῆς ἑνώσεως γεγένηται μέσον, ἡ δὲ ληφθεῖσα φύσις 134 οὐ προϋπῆρχε τῆς λήψεως καὶ τῆς ἑνώσεως· ταὐτὸ μὲν πρᾶγμα σημαίνουσι σάρκωσίς τε καὶ ἕνωσις· μία δὲ ἄρα φύσις πρὸ τῆς ἑνώ σεως ἤγουν σαρκώσεως ἦν, μετὰ δέ γε τὴν ἕνωσιν δύο λέγειν προσ ήκει, τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. {ΕΡΑΝ.} Ἐκ δύο φύσεων λέγω τὸν Χριστόν, δύο δὲ φύσεις οὐ λέγω. {ΟΡΘ.} Ἑρμήνευσον ἡμῖν, πῶς τὸ ἐκ δύο φύσεων λέγεις, ὡς τὸν χρυσόπαστον ἄργυρον, ὡς τὴν τοῦ ἠλέκτρου κατασκευήν, ὡς τὴν κόλλην τὴν ἐκ μολίβδου καὶ κασσιτέρου κεραννυμένην; {ΕΡΑΝ.} Οὐδενὶ τούτων ἐοικέναι τήνδε λέγω τὴν ἕνωσιν· ἄρρητός τε γάρ ἐστι καὶ ἄφραστος καὶ πάντα νοῦν ὑπερβαίνουσα. {ΟΡΘ.} Ὁμολογῶ κἀγὼ μὴ ἐφικτὸν εἶναι τὸν τῆς ἑνώσεως λόγον. Ὅτι δέ γε φύσις ἑκατέρα καὶ μετὰ τὴν ἕνωσιν μεμένηκεν ἀκραιφνής, παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς. {ΕΡΑΝ.} Καὶ ποῦ τοῦτο ἐδίδαξεν ἡ θεία γραφή; {ΟΡΘ.} Πᾶσα ταύτης ἐστὶ τῆς διδασκαλίας ἀνάπλεως. {ΕΡΑΝ.} ∆ὸς ὧν λέγεις τὰς ἀποδείξεις. {ΟΡΘ.} Σὺ γὰρ οὐχ ὁμολογεῖς φύσεως ἑκατέρας τὰ ἴδια; {ΕΡΑΝ.} Μετὰ τὴν ἕνωσιν οὐδαμῶς. {ΟΡΘ.} Τοῦτο τοίνυν αὐτὸ παρὰ τῆς θείας