36
εἰδὼς εἰρημένον· Περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων προσφερομένης, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελετᾷν εἰθισμένης, ἐνωτίζεται ὁ Θεός. ∆ιὸ ἐπὶ μὲν τῆς δι 23.161 καιοσύνης, εἰσάκουσον, ἐλέγετο, ἐπὶ δὲ τῆς δεήσεως, πρόσχες· ἐπὶ δὲ τῆς διὰ χειλέων προφερομένης φωνῆς, ἐνώτισαι. Τρία γοῦν ᾐτήσατο διὰ τῶν προκειμένων, προτάξας τῶν δύο τὸ κρεῖττον. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὡς τὴν ἀνθρωπίνην ἀσθένειαν ὑπερβαίνει ἡ τῶν προκειμένων διάνοια! Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; καὶ τίς παῤῥησιάζεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Μόνῳ τοιγαροῦν ἁρμόζοι αὐτῷ Χριστῷ λέγειν τὰ προκείμενα. Μήποτε δὲ τὴν εἰς τὸν ᾅδην κάθοδον, καὶ τὸν ἐν τῷ θανάτῳ χῶρον, νύκτα κέκληκεν ἐπὶ τοῦ πάροντος; Εἰ γὰρ καὶ ἐν νυκτὶ γέγονεν ἐν τῷ καιρῷ τῶν πειρατηρίων καὶ ἐν τῷ σκοτεινῷ καὶ ἀφεγγεῖ τόπῳ τοῦ θανάτου· ἀλλὰ δοκιμασθεὶς, ἐπισκοπῆς τῆς παρὰ τοῦ Πατρὸς ἠξίωται διὰ τῆς ἀναστάσεως, καὶ ταύτης τετύχηκεν. Ἐπειδήπερ, οἷα χρυσὸς ἐν πυρὶ βληθεὶς, λαμπρὸς καὶ καθαρὸς διαμεμένηκεν. Ἐπειδὴ μόνος τῶν ἐξ αἰῶνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος, κατὰ τὸν Ἡσαΐαν, ἐν τῷ στόματι αὐτοῦ. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Ὁ δὲ Σύμμαχος εἰπών· Ἐγὼ ἐφυλαξάμην ὁδοὺς παραβάτου, ἑτέραν παρέστησε διάνοιαν· ὡς τοῦ τὴν εὐχὴν διαπέμποντος πάντα ἄνθρωπον παραβάτην φεύγοντος, καὶ πάσας τὰς τῶν τοιούτων ὁδοὺς, διὰ τὸ χαλεπὰς εἶναι καὶ ἀποσκλήρους πάσας τὰς κατὰ κακίαν πράξεις. Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων παρέσχεν ὁ Σωτὴρ, παιδεύων μήποτε ἐπιτρίβεσθαι, μηδὲ μέγα ἐφ' ἑαυτοῖς φρονεῖν. Εὖ δὲ καὶ ἀκριβῶς πεπεῖσθαι, ὡς πάντοτε τῆς παρὰ τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα μὴ σαλευθῇ ἡμῶν τὰ διαβήματα, καὶ εἰς τὸ ἐφαρμόσαι ταῖς ἑαυτοῦ τρίβοις τοὺς ἡμετέρους πόδας. Θαυμάστωσον τὰ ἐλέη σου ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ. Σώζων δὲ εἴρηται τοὺς ἐλπίζοντας εἰς αὐτὸν, οὐ τοὺς ἐκ σπέρματος Ἰσραὴλ, οὐδὲ τοὺς κατὰ τὸν νόμον Μωϋσέως βιοῦντας· ἀλλ' ὥσπερ καινὴν ὁδὸν εὑράμενος, σώζων ἀνεφάνη τοὺς εἰς αὐτὸν ἠλπικότας. Μένει γὰρ, φησὶν ὁ Ἀπόστολος, πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα συμπέπλεκται, ὥσπερ ὑφ' ἑνὶ δεσμῷ κατεσφιγμένα. ∆ιὸ τὴν πίστιν τῇ ἐλπίδι συνάπτει λέγων· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· ταῦτα δ' ἐξ ἀγάπης τῆς πρὸς τὸν Θεὸν φύεται· καὶ δι' αὐτῶν πάλιν ἡ εἰς Θεὸν ἀγάπη κρατύνεται. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Καὶ πᾶς μὲν δίκαιος προσευχόμενος δείσθω τοῦ Θεοῦ, τῆς παρ' αὐτοῦ καταξιοῦσθαι φυλακῆς· ὁμολογῶν μὴ ἱκανὸς εἶναι φύλαξ αὐτὸς ἑαυτοῦ γίνεσθαι διὰ τὸ πλῆθος τῶν 23.164 ἀνθεστηκότων αὐτῷ· φυλαχθῆναί τε ἑαυτὸν, ὥσπερ τινὰ κόρην ὀφθαλμοῦ παρακαλείτω· ὁρῶν τοὺς ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ ἐχθρούς τινας, καὶ πολεμίους τῷ τῆς ψυχῆς αὐτοῦ ὀφθαλμῷ ἐπιβουλεύοντας, καὶ τυφλῶσαι αὐτὸν θέλοντας. Ἀλλὰ καὶ πολλῶν ὄντων ἀσεβῶν τῶν ταλαιπωριζόντων αὐτὸν, τουτέστι ταλαίπωρον αὐτὸν ἀποφαινόντων, βέλη τε κατ' αὐτοῦ πεμπόντων, ὑπὸ τὰς πτέρυγας καταφεύγων τοῦ Θεοῦ, σκέπης τῆς ὑπ' αὐτῷ τυχεῖν ἀξιούτω. Ἀλλὰ καὶ ὁ Σωτὴρ ὑπὲρ τῆς αὑτοῦ Ἐκκλησίας, ἥτις ἐστὶν αὐτοῦ σῶμα, ταύτας ἀνέπεμπε πρὸς τὸν Πατέρα τὰς φωνάς. Πτέρυγας δὲ νοήσεις τὰς τῆς προνοίας αὐτοῦ δυνάμεις. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον, τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. Ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με· τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο