37
ἐκκλῖναι ἐν τῇ γῇ. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Ἀντὶ δὲ τοῦ, Ἐκβάλλοντές με περιεκύκλωσάν με, ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Μακαρίζοντές με παραχρῆμα περιεκύκλουν με, καὶ τοὺς ὀφθαλμοὺς δὲ αὐτῶν, φησὶν, ἔθεντο κατ' ἐμοῦ τοῦ παρακλῖναί με. Παρασαλεῦσαι γάρ με καὶ ἀποκινῆσαι τῆς στάσεως καὶ τῆς κατὰ Θεὸν προκοπῆς ἐσπούδαζον· μιμούμενοι τὸν ἀντίδικον ἡμῶν διάβολον, ὃς ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ. Ὑπέλαβόν με καὶ αὐτὸν ὡς λέων ἕτοιμος εἰς θήραν, καὶ ὡς σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Οὐδὲ γὰρ ἐκ τοῦ προφανοῦς ἐποιοῦντο τὴν κατ' ἐμοῦ συσκευὴν, ἀλλὰ λαθραίως ἐνεδρεύοντες. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Καὶ κατὰ τοῦτο ὠφεληθείην· ἀλλὰ καὶ τὴν ῥομφαίαν σου, φησὶ, ῥῦσαι ἀπὸ τῆς χειρὸς τῶν ἐχθρῶν· δέος γὰρ μήποτε τὴν σὴν ῥομφαίαν, ᾗ πεποιθὼς ἐγὼ κέχρημαι κατ' αὐτῶν, τῆς ἐμῆς χειρὸς ἁρπάσαντες οἱ πολέμιοι, καὶ ἀφελόμενοί μου αὐτὴν, χρήσωνται αὐτῇ κατ' ἐμοῦ. Εἴη δ' ἂν ὁ τοῦ Θεοῦ λόγος ὁ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ τῇ ψυχῇ δεδομένος ἀντὶ ῥομφαίας πρὸς ἄμυναν τῶν ἐχθρῶν· ὅπερ συμβαίνει πολλάκις, ἐπειδὰν οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὰς ἀπὸ τῶν θείων Γραφῶν λέξεις καὶ τὰ ἀναγνώσματα ἀποβαλόντες καὶ ἀνατρέψαντες, ἐξ αὐτῶν καὶ δι' αὐτῶν τὰς ἀκεραίους καταπαλαίωσι ψυχάς. ∆ιὸ εὔχεται ἀπὸ τῶν ἐχθρῶν τοῦ Θεοῦ ῥυσθῆναι τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπὸ ὀλίγων ἀπὸ γῆς· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· ἀπὸ τεθνηκότων 23.165 ἐκ καταδύσεως· ὁ δὲ Σύμμαχος· Ἀπὸ νεκρῶν ἀπὸ ἐνδεδυκότων. Ῥυσθῆναι γὰρ εὔχεται καὶ ἀπὸ τῶν ἐν νεκροῖς ἤδη λελογισμένων διὰ τὸ πάμπαν ἐστερῆσθαι τῆς κατὰ Θεὸν ζωῆς. Ἀντὶ δὲ τοῦ, διαμέρισον αὐτοὺς, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, μέρος αὐτῶν ἐν ζωῇ· ὁ δὲ Σύμμαχος, ἡ μερὶς αὐτῶν ἐν ζῶσιν. ∆ιδάσκει δὲ διὰ τούτων, ὡς τῶν μὲν ἀσεβῶν καὶ τῶν πολλάκις ὠνομασμένων ἐχθρῶν τοῦ Θεοῦ ἡ μερὶς, καὶ ὁ κλῆρος, καὶ πᾶσα ἡ περιουσία ἐν τῇ παρούσῃ ζωῇ τυγχάνει καὶ ἐν τῷ θνητῷ βίῳ· ἐν ᾧ καὶ ἐπλήσθη ἡ γαστὴρ αὐτῶν πάσης τροφῆς, καὶ πάσης ἀπολαύσεως, καὶ τρυφῆς. Ἀλλὰ καὶ τῶν κεκρυμμένων σου φησίν· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν, καὶ τῶν ἀποθέτων. Ὅσα γάρ ἐστιν ἐν τῷ θνητῷ βίῳ καὶ τῇ θνητῇ ζωῇ τίμια, τῶν νομιζομένων ἀποθέτων καὶ ἀποκρύφων, ἐσχήκασιν. Αὐτοὶ γοῦν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πάντα γῆς μέταλλα περιειργάσαντο, λίθους τε παντοίους τιμίους καὶ πολυτελεῖς ἐξηρεύνησαν, καὶ τούτων ἁπάντων ἐπλήσθησαν· τέκνων δὲ καὶ υἱῶν, καὶ θυγατέρων ἐνεφορήθησαν. ∆ιὸ ἐπιλέγει· Ἐχορτάσθησαν υἱῶν. Καὶ οὐ μόνον γε αὐτοὶ τούτων ἐχορτάσθησαν, ἀλλ' ἐμπλησθέντες αὐτοί τε πρότεροι, κλήρους καὶ διαδοχὰς τοῖς μετ' αὐτοὺς ἐγγόνοις καταλελοίπασιν. Ἄλλος φησίν· Εἰ καὶ τῷ θανάτῳ τούτους παραπέμψαι σοὶ ῥᾴδιον, ὦ ∆έσποτα· ἀλλ' οὖν ἱκετεύω ζῶντας αὐτοὺς σκεδασθῆναι, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διαλυθῆναι, καὶ τῶν ἀποκειμένων σοι τιμωριῶν μετασχεῖν. Οὕτω γὰρ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως αὐτὸς ὁ Θεός φησιν· Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ' ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου· ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν. Καὶ τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Χορτασθήσονται υἱοὶ, καὶ ἀφήσουσι τὰ λείψανα αὐτῶν τοῖς νηπίοις αὐτῶν. Οἶδα, φησὶν, ὅτι τὴν δικαίαν σου τιμωρίαν οὐ μόνον αὐτοῖς ἐπάξεις, ἀλλὰ καὶ τοῖς υἱέσι καὶ τοῖς ἐγγόνοις τῶν προγόνων πονηρίαν μιμησαμένοις. Τὸ δὲ, χορτασθήσονται, ἀντὶ τοῦ, εἰς κόρον μεθέξουσι τῶν κακῶν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν