1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

38

προσήκει ποιεῖν, καὶ αὐτῷ προσαρμόττειν τά τε θεῖα τά τε ἀνθρώπινα. {ΟΡΘ.} Ἡμέτερος οὗτος ὁ λόγος, εἰ καὶ μὴ ἀκριβῶς αὐτὸν ἐξειρ γάσω. Σκόπησον τοίνυν ὡδί. Ὅταν τὸν περὶ τῆς ἀνθρωπείας ψυχῆς ἐξετάζωμεν λόγον, μόνον τὰ προσήκοντα τῇ ταύτης φύσει καὶ ἐνεργείᾳ φαμέν; {ΕΡΑΝ.} Μόνα. 139 {ΟΡΘ.} Ὅταν δὲ περὶ τοῦ σώματος ἡμῖν οἱ λόγοι γίνωνται, πάλιν οὐ μόνα τὰ τούτου διέξιμεν ἴδια; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἐπειδὰν δὲ περὶ τοῦ ζῴου παντὸς ἡ διάλεξις γίνηται, ἀδεῶς λοιπὸν καὶ ταῦτα κἀκεῖνα προσφέρομεν. Ἁρμόττει γὰρ τῷ ἀνθρώπῳ τά τε τοῦ σώματος τά τε τῆς ψυχῆς ἴδια. {ΕΡΑΝ.} Παγκαλῶς εἴρηκας. {ΟΡΘ.} Οὕτω τοιγαροῦν καὶ τοὺς περὶ τοῦ δεσπότου Χριστοῦ ποιεῖσθαι προσήκει λόγους· καὶ περὶ μὲν τῶν φύσεων διαλεγομένους ἀπονέμειν ἑκατέρᾳ τὰ πρόσφορα, καὶ εἰδέναι τίνα μὲν τῆς θεότητος, τίνα δὲ τῆς ἀνθρωπότητος ἴδια. Ὅταν δέ γε τοὺς περὶ τοῦ προσώπου ποιώμεθα λόγους, κοινὰ χρὴ ποιεῖν τὰ τῶν φύσεων ἴδια καὶ ταῦτα κἀκεῖνα τῷ σωτῆρι προσαρμόττειν Χριστῷ, καὶ τὸν αὐτὸν καλεῖν καὶ θεὸν καὶ ἄνθρωπον, καὶ υἱὸν θεοῦ καὶ υἱὸν ἀνθρώπου, καὶ υἱὸν ∆αβὶδ καὶ κύριον ∆αβίδ, καὶ σπέρμα Ἀβραὰμ καὶ ποιητὴν Ἀβραάμ, καὶ τὰ ἄλλα πάντα ὡσαύτως. {ΕΡΑΝ.} Τὸ μὲν ἓν εἶναι πρόσωπον τοῦ Χριστοῦ, καὶ αὐτῷ προσή κειν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια, λίαν ὀρθῶς εἴρηκας, καὶ δέχομαι τόνδε τὸν ὅρον τῆς πίστεως. Τὸ δὲ φάναι πάλιν, ὡς χρὴ περὶ τῶν φύσεων διαλεγομένους ἀπονέμειν ἑκάστῃ τὰ ἴδια, λύειν δοκεῖ μοι τὴν ἕνωσιν· οὗ δὴ χάριν τούτους καὶ τοὺς τοιούτους οὐ προσίεμαι λόγους. {ΟΡΘ.} Καὶ μὴν ὅτε τὰ περὶ ψυχῆς καὶ σώματος ἐξητάζομεν, ἀξιάγαστος ἔδοξεν εἶναί σοι ἡ τῶν λόγων ἐκείνων διαίρεσις· αὐτίκα γοῦν τὴν εὐφημίαν προσήνεγκας. Τί δήποτε τοίνυν ἐπὶ τῆς τοῦ δεσπό του Χριστοῦ θεότητός τε καὶ ἀνθρωπότητος τὸν αὐτὸν οὐ δέχῃ κανόνα; Ἢ οὐδὲ ψυχῇ καὶ σώματι παρισοῖς τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; ἀλλὰ ψυχῇ μὲν καὶ σώματι δίδως ἀσύγχυτον ἕνωσιν· κρᾶσιν δὲ καὶ σύγχυσιν ὑπομεμενηκέναι λέγειν τολμᾷς τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; {ΕΡΑΝ.} Ἐγὼ μὲν τὴν θεότητα τοῦ Χριστοῦ καὶ μέντοι καὶ τὴν σάρκα ψυχῆς καὶ σώματος πολλῷ τινι καὶ ἀπείρῳ μέτρῳ τιμαλ φεστέραν ὑπείληφα· μίαν μέντοι φύσιν μετὰ τὴν ἕνωσιν λέγω. {ΟΡΘ.} Καὶ πῶς οὐ δυσσεβές τε καὶ σχέτλιον, τὸ λέγειν ψυχὴν μὲν σώματι συναφθεῖσαν ἥκιστα παθεῖν τὸ τῆς συγχύσεως πάθος, τὴν δὲ 140 θεότητα τοῦ τῶν ὅλων δεσπότου μὴ δυνηθήναι μήτε τὴν οἰκείαν φύσιν ἀκήρατον διασῶσαι, μήτε τὴν ἀνθρωπείαν ἣν ἔλαβεν ἐπὶ τῶν ὅρων τῶν οἰκείων διατηρῆσαι, ἀλλὰ κερᾶσαι τὰ ἄκρατα, καὶ μῖξαι τὰ ἄμικτα; Ταῦτα γὰρ ὑποπτεύειν ἡ μία φύσις παρασκευάζει. {ΕΡΑΝ.} Καί μοι τὸ τῆς συγχύσεως φευκτόν ἐστιν ὄνομα· δύο δὲ λέγειν παραιτοῦμαι φύσεις, ἵνα μὴ τῇ τῶν υἱῶν περιπέσω δυάδι. {ΟΡΘ.} Ἐγὼ δὲ ἑκάτερον διαφυγεῖν σπουδάζω κρημνόν, καὶ τὸν τῆς δυσσεβοῦς συγχύσεως καὶ τὸν τῆς δυσσεβοῦς διαιρέσεως. Ἐμοὶ γὰρ ἴσως ἀνόσιον καὶ διχῆ τὸν ἕνα μερίζειν υἱὸν καὶ τὸ ἀρνεῖσθαι τὴν δυάδα τῶν φύσεων. Εἰπὲ δέ μοι πρὸς τῆς ἀληθείας· εἴ τίς σοι τῶν Ἀρείου ἢ τῶν Εὐνομίου στασιωτῶν προσδιαλεγόμενος σμικρύνειν τὸν υἱὸν πειρῷτο, καὶ τοῦ πατρὸς δεικνύναι μείονά τε καὶ ὑποδεέστερον, ἐκεῖνα λέγων, ἅπερ λέγειν εἰώθασι, καὶ προφέρων ἀπὸ τῆς θείας γραφῆς τό· "Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·" καὶ τό· "Νῦν ἡ ψυχή μου τετάρακται," καὶ τὰ ἄλλα τὰ τοιαῦτα· πῶς ἂν αὐτοῦ διαλύσαις τὰ προβλήματα; πῶς δ' ἂν δείξειας οὐκ ἐλαττούμενον ἐκ τούτων τὸν υἱόν, οὐδέ γε ἑτεροούσιον ὄντα, ἀλλ' ἐκ τῆς τοῦ πατρὸς γεγεννημένον οὐσίας; {ΕΡΑΝ.} Εἴποιμ' ἄν, ὡς τὰ μὲν θεολογικῶς, τὰ δὲ οἰκονομικῶς ἡ θεία λέγει γραφή, καὶ ὡς οὐ χρὴ τὰ οἰκονομικῶς εἰρημένα τοῖς θεο λογικοῖς συναρμόττειν. {ΟΡΘ.} Ἀλλά γε ἐκεῖνος φαίη ἄν, ὡς κἀν τῇ παλαιᾷ πολλὰ οἰκονο μικῶς ἡ θεία λέγει γραφή. Τοιοῦτο γάρ ἐστι τό· "Ἤκουσεν Ἀδὰμ τῆς φωνῆς κυρίου τοῦ θεοῦ περιπατοῦντος·" καὶ τό· "Καταβὰς ὄψομαι