39
Ναὸν δὲ Θεοῦ ἐν τούτοις ποῖον χρὴ νοεῖν λέγεσθαι ὑπὸ τοῦ ∆αυῒδ, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἴκου κατεσκευασμένου, ἢ πάντως που τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, καὶ τὴν ἄνω Ἱερουσαλὴμ, ἧς εἰκὼν ἐτύγχανεν ὁ ἐπὶ τῆς γῆς κατεσκευασμένος νεώς; Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Λευκότατα προφητεύων τὴν κατάβασιν τοῦ Κυρίου διὰ τὸν θάνατον καὶ τοὺς χειμάῤῥους τῆς ἀνομίας, διά τε τὰς ὠδῖνας τοῦ ᾅδου καὶ τὰς παγίδας τοῦ θανάτου, τὴν ἐξ οὐρανῶν κατάβασιν πεποιημένου. Ἐπὶ τῇ καταβάσει αὐτοῦ τίνα πέπρακται προδιηγεῖται λέγων· Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ· ἀνθ' οὗ Ἀκύλας φησί· Καὶ ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἔργον. Ὡς γὰρ ἐπεδήμει ὁ Υἱὸς τοῦ Θεοῦ τῇ γῇ κατὰ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, πάντες οἱ τὸ τῆς γῆς στοιχεῖον οἰκοῦντες ἐκινήθησαν καὶ ἐσείσθησαν· πᾶσά τε ἀκοὴ Ἑλληνική τε καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Τὰ δὲ λεγόμενα τῶν ὀρέων θεμέλια ἐταράχθησαν καὶ ἐσαλεύθησαν· ἢ κατὰ τὸν Σύμμαχον, περιετράπησαν, ὅτι ὠργίσθη αὐτοῖς. Ὄρη δὲ ἦν τὰ ὑψώματα τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, δυνάμεις τινὲς ἀντικείμεναι, αἱ τὸν μακρὸν αἰῶνα τοὺς ἐπὶ γῆς ἅπαντας ἀποπλανήσασαι διὰ τῆς πολυθέου δεισιδαιμονίας. Τούτων οὖν ὀρέων τὰ θεμέλια τουτέστι τὰ βάθη καὶ οἱ λογισμοὶ, τῆς τοῦ Κυρίου δυνάμεως αἰσθόμενα, ἐταράχθησαν, ὅτι ὠργίσθη αὐτοῖς. Τί οὖν ἐνεργεῖ ἡ ὀργὴ κατὰ τῶν ἀποδοθέντων ὁρέων, ἑξῆς διδάσκει λέγων· Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. Ὥσπερ γὰρ δαλοῦ καιομένου ὑπὸ πυρὸς, κἄπειτα σβεννυμένου, καπνὸς ἀποδίδοται, τὸν αὐτὸν τρόπον αἱ ἀντικείμεναι δυνάμεις, πάλαι μὲν πρότερον πυρὶ παραβαλλόμεναι, τὰς τῶν ἀνθρώπων ψυχὰς κατέφλεγον καὶ ἐξέκαιον· ἐπεὶ δ' ἐσβέννυτο αὐτῶν τὸ πῦρ ὑπὸ τῆς ὀργῆς τοῦ Κυρίου, τὰ σημεῖα τῆς σβέσεως αὐτῶν ἐδήλου ὁ ἐξ αὐτῶν ἀναπεμπόμενος καπνός. Εἶθ' ἑξῆς εἴρηται· Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνήργει ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων, τὸ πῦρ αὐτὸν σβεννὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. ∆ιὸ λέλεκται παρὰ Μωϋσεῖ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί· καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπηθήσεται· πῦρ ἐνώπιον αὐτοῦ 23.172 καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδηλοῦτο πῦρ, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; Ταῦτα πάντα ἐγίνετο, ἐπειδήπερ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Οὐχ ἕνα δὲ οὐρανὸν ἔκλινεν, ἀλλὰ τοὺς πάντας ὅσοι ποτέ εἰσιν. Ἡ γὰρ ταπείνωσις τοῦ ὕψους αὐτοῦ καὶ ἡ κένωσις τῆς θεότητος ἐδηλοῦτο διὰ τῶν εἰρημένων. Ἐμφατικώτατα γὰρ τὴν κατάβασιν αὐτοῦ, Ἔκλινεν οὐρανούς· σωματικώτερον τὴν κάθοδον αὐτοῦ σημαίνων. Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ ἐπέβη ἐπὶ χεροὺβ, καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Τῇ μὲν οὖν ὁμίχλῃ καὶ τῷ γνόφῳ τὸ λεληθὸς καὶ ἀπόκρυφον παρίστησι τῆς κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομίας· ἐπάνεισι δὲ λοιπὸν ὅθεν καὶ παρῆν· εἰς οὐρανούς τε ἀνῄει καὶ μετὰ τοῦ χερουβὶμ, καὶ ἐπετάσθη· καίτοι μὴ σὺν αὐτῷ καταβάς· δίχα γὰρ τοῦ χερουβὶμ ἔκλινεν οὐρανοὺς αὐτὸς καὶ κατέβη. Ἐν δὲ τῇ ἐπανόδῳ λέλεκται· Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, μεθ' οὗ ἀνείληφεν σώματος. Καὶ ἐπειδὴ ἀναβαίνοντα οὕτως ἐθεώρουν αὐτὸν αἱ δυνάμεις αἱ θεῖαι, περὶ αὐτὸν γενόμεναι ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον ἐπιβοῶσαι καὶ λέγουσαι· Ἄρατε τὰς πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν καιρὸν, καθ' ὅν φησιν ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστόλων· Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη