39
εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συν τελοῦνται, εἰ δὲ μήγε, ἵνα γνῶ·" καὶ τό· "Νῦν ἔγνων, ὅτι φοβῇ σὺ τὸν θεόν·" καὶ πολλὰ ἕτερα τοιαῦτα. {ΕΡΑΝ.} Πρὸς ταῦτα πάλιν ἀποκριναίμην ἄν, ὡς πολλὴ τῶν οἰκονο μιῶν ἡ διαφορά. Ἐν μὲν γὰρ τῇ παλαιᾷ λόγων τοιούτων οἰκονομία, ἐνταῦθα δὲ καὶ πραγμάτων. {ΟΡΘ.} Ἀλλ' ἔροιτο ἂν ἐκεῖνος· Ποίων πραγμάτων; {ΕΡΑΝ.} Ἀλλ' εὐθὺς ἀκούσεται, τῶν τῆς σαρκώσεως. Ἐνανθρωπήσας γὰρ ὁ τοῦ θεοῦ υἱός, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, ποτὲ 141 μὲν τὴν σάρκα, ποτὲ δὲ τὴν θεότητα δείκνυσιν· ὥσπερ ἀμέλει κἀν ταῦθα τῆς σαρκὸς καὶ τῆς ψυχῆς ἔδειξε τὴν ἀσθένειαν· δειλίας γὰρ τὸ πάθος. {ΟΡΘ.} Εἰ δέ γε ὑπολαβὼν εἴποι· Καὶ μὴν ψυχὴν οὐκ ἀνέλαβεν, ἀλλὰ σῶμα μόνον, ἡ δὲ θεότης ἀντὶ τῆς ψυχῆς ἑνωθεῖσα τῷ σώματι πάντα τὰ τῆς ψυχῆς ἀνεδέξατο, ποίοις ἂν λόγοις τὴν ἀντίθεσιν δια λύσαις; {ΕΡΑΝ.} Ἐκ τῆς θείας γραφῆς τὰς ἀποδείξεις προφέρων, καὶ δεικ νὺς ὡς οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν ὁ θεὸς λόγος ἀνέλαβεν. {ΟΡΘ.} Καὶ ποίας ἐν τῇ γραφῇ τοιαύτας εὑρήσομεν ἀποδείξεις; {ΕΡΑΝ.} Οὐκ ἤκουσας τοῦ κυρίου λέγοντος· "Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν·" καὶ πάλιν· "Νῦν ἡ ψυχή μου τετάρακται." καὶ αὖθις· "Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·" καὶ τὸ παρὰ τοῦ ∆αβὶδ εἰρημένον, καὶ παρὰ τοῦ Πέτρου ἡρμηνευμένον, ὅτι "Οὐκ ἐγκατελεί φθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν;" Ταῦτα καὶ ὅσα τοιαῦτα σαφῶς δείκνυσιν, ὡς οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ὁ θεὸς λόγος ἀνέλαβεν. {ΟΡΘ.} Ἁρμοδίως μὲν ἄγαν καὶ εὐγνωμόνως τὰς μαρτυρίας παρή γαγες. Ἀντιθείη δ' ἂν ἐκεῖνος, ὡς καὶ πρὸ τῆς ἐνανθρωπήσεως Ἰουδαίοις διαλεγόμενος ὁ θεὸς ἔφη· "Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου." Εἶτα συλλογιζόμενος φαίη ἄν, ὅτι καθάπερ ἐν τῇ παλαιᾷ ψυχὴν οὐκ ἔχων ἐμνημόνευσε ψυχῆς, οὕτω κἀνταῦθα πεποίηκεν. {ΕΡΑΝ.} Ἀλλ' ἀκούσεται πάλιν, ὡς καὶ σωματικῶν μορίων περὶ τοῦ θεοῦ διαλεγομένη μέμνηται ἡ θεία γραφή. "Κλῖνον, γάρ φησι, τὸ οὖς σου, καὶ ἐπάκουσον·" καί· "Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε·" καὶ· "Τὸ στόμα κυρίου ἐλάλησε ταῦτα·" καί· "Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με," καὶ μυρία τοιαῦτα. Εἰ τοίνυν καὶ μετὰ τὴν ἐνανθρώ πησιν τὴν ψυχὴν οὐ ψυχὴν νοητέον, οὔτε τὸ σῶμα ἄρα σῶμα νοητέον· 142 καὶ εὑρεθήσεται φαντασία τὸ μέγα τῆς οἰκονομίας μυστήριον, καὶ διοίσομεν οὐδὲν Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνεντος· τοιαῦτα γὰρ ἅττα κἀκεῖνοι μυθολογοῦσιν. {ΟΡΘ.} Εἰ δέ γε διαλεγομένων ὑμῶν ἐξαπίνης ἀφίκοιτό τις τῆς Ἀπολιναρίου συμμορίας, καὶ ἔροιτο· Ποίαν, ὦ λῷστε, λέγεις ἀνειλη φέναι ψυχήν; τί ἂν ἀποκρίναιο; {ΕΡΑΝ.} Πρῶτον μέν, ὡς μίαν οἶδα τὴν τοῦ ἀνθρώπου ψυχήν. Ἔπειτα προσθείην ἄν, Εἰ δέ γε σὺ δύο νομίζεις, καὶ τὴν μὲν λογικήν, τὴν δὲ ἄλογον νομίζεις, τὴν λογικὴν ἀνειλῆφθαί φημι. Σὺ γάρ, ὡς ἔοικε, τὴν ἄλογον ἔχεις, ἀτελῆ γεγενῆσθαι τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος. {ΟΡΘ.} Εἰ δὲ τῶνδε τῶν λόγων ἀπαιτοίη τὰς ἀποδείξεις; {ΕΡΑΝ.} ∆οίην ἂν εὐπετῶς, καὶ τῶν εὐαγγελικῶν ἀναμνήσω λογίων, ὅτι "Τὸ παιδίον Ἰησοῦς ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ." Καὶ πάλιν· "Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις." Καὶ εἴποιμ' ἄν, ὡς οὐδὲν τούτων ἁρμόττει θεότητι. Ἡλικίᾳ μὲν γὰρ τὸ σῶμα προκόπτει, σοφίᾳ δὲ ἡ ψυχή, οὐχ ἡ ἄλογος, ἀλλ' ἡ λογική. Λογικὴν οὖν ἄρα ψυχὴν ὁ θεὸς λόγος ἀνείληφεν. {ΟΡΘ.} Γενναίως μὲν ἄγαν, ὦ ἄριστε, τὰς τρεῖς τῶν ἀντιπάλων διέρρηξας φάλαγγας· ἀλλὰ τὴν ἕνωσιν ἐκείνην, καὶ τὴν πολυθρύλητον κρᾶσιν καὶ σύγχυσιν, οὐ διχῆ μόνον, ἀλλὰ καὶ τριχῆ τῷ λόγῳ διέλυσας· καὶ οὐ μόνον θεότητος καὶ ἀνθρωπότητος τὸ διάφορον ἔδειξας, ἀλλὰ καὶ αὐτὴν διχῆ διεῖλες τὴν ἀνθρωπότητα· ἄλλο μέν τι τὴν ψυχήν, ἄλλο δέ τι εἶναι τὸ σῶμα διδάξας, ὡς μηκέτι δύο,