40
ἀνέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ. Τὴν ἀφανῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος διατριβὴν, ἣν σὺν ἀνθρώποις εἰσέτι καὶ νῦν ποιεῖται μετὰ τὴν ἀνάληψιν, διδάσκει λέγων· Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Οὐ λανθάνει γὰρ τοὺς πάντας ὅπως σύνεστιν ἡμῖν κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σκηνὴν δὲ αὐτοῦ σημαίνει οὐχ ἑτέραν ἢ τὴν ἁγίαν Ἐκκλησίαν αὐτοῦ· ἐν ᾗ κατασκηνῶσαι ἐπηγγείλατο, εἰπών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐπειδὴ δὲ καὶ αἱ περὶ αὐτοῦ προφητεῖαι σκοτεινῶς εἴρηνται καὶ ἐπικεκρυμμένως, εἰκότως ἑξῆς λέγεται· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. Ὅτι γὰρ νεφέλας τοὺς προφήτας, καὶ τὸν ἐξ αὐτῶν φερόμενον ὑετὸν, δηλαδὴ τοὺς προφητικοὺς λόγους, τὸ Πνεῦμα τὸ θεῖον εἴωθεν ὀνομάζειν, διδάξει Ἡσαΐας, ἀλληγορικῶς τὸν λαὸν ἀμπελῶνα προσειπὼν, καθὰ εἴρηται, καὶ νεφέλας μηκέτι εἰς αὐτὸν ὑετὸν φερούσας. Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. ∆ιδάσκει ἐν τῷ πα 23.173 ρόντι ὁ λόγος τὰ μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος διὰ τῆς αὐτοῦ δυνάμεως καταπραχθέντα, σαφῶς δὲ τὴν ἄνοδον αὐτοῦ παρέστησε διὰ τῶν προκειμένων εἰπών· Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ. Πῶς δὲ ἐβρόντησεν ὁ ἀνωτέρω κλίνας τοὺς οὐρανοὺς καὶ καταβὰς, εἰ μὴ πάντως ἀνεληλύθει; ὅπερ ἐδηλοῦτο διὰ τοῦ· Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Οὐκοῦν ἀποδέδεικται κατεληλυθὼς, εἶτα μετὰ τοῦ χερουβὶμ ἀνεληλυθώς· εἶτ' ἐξ οὐρανοῦ βροντῶν, καὶ ἑξῆς τὰ ἀναγεγραμμένα πράττων κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Πρῶτον μὲν ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ ἐνώπιον αὐτοῦ αἱ νεφέλαι αὐτοῦ διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. Ὡς γὰρ ἐπὶ τῆς Αἰγύπτου κατὰ τὴν ἑβδόμην πληγὴν εἴρηται· Κύριος δὲ ἔδωκε φωνὴν καὶ χάλαζαν, καὶ διέτρεχε, φησὶ, τὸ πῦρ ἐπὶ τῆς γῆς· καὶ ἔβρεξεν Κύριος ἐπὶ γῆν Αἰγύπτου. Ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ. Ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου· καὶ ταῦτα πάντα ἐγένετο ἵνα ὁ λαὸς τοῦ Θεοῦ ἐλευθερίας τῆς ὑπ' Αἰγυπτίοις δουλείας τυχεῖν δυνηθῇ. Τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὰς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς τῆς ὑπὸ τὴν ἄθεον εἰδωλολατρείαν καὶ τοὺς πονηροὺς δαίμονας ὑποταγῆς ἐλευθερῶν, κατὰ τῶν νοητῶν Αἰγυπτίων ἠφίει χάλαζαν καὶ ἄνθρακας πυρὸς ὁ ἐπὶ τοῦ χερουβὶμ ἀναπτὰς Κύριος. Οἶμαι δὲ τὰς κατὰ τῶν ἀσεβῶν τιμωρητικὰς δυνάμεις χάλαζαν καὶ ἄνθρακας πυρὸς ὀνομάζεσθαι. ∆υνάμεις τοίνυν τιμωροὶ καὶ κολαστικαὶ, τῷ βουλήματι τοῦ Κυρίου ἀφανῶς ἐξυπηρετούμεναι κατὰ τῶν δαιμόνων τῶν τὴν πολύθεον πλάνην ἐνεργούντων, πάντας αὐτοὺς ἤλαυνον. ∆ιὸ σχεδὸν πάντα αὐτῶν ἐκλέλοιπε τὰ χρηστήρια, καὶ αἱ μαντεῖαι κατελύθησαν· ἔρημοί τε αὐτῶν κατέστησαν οἱ ναοί· σεσύληται τὰ ἀφιερώματα ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· τοῦ Κυρίου ταῦτα πάντα μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον διαπραξαμένου. Καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀπεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Θεμέλια οἰκουμένης νοήσεις τὰς τῆς σοφίας τοῦ Θεοῦ δυνάμεις, δι' ὧν καὶ πάλαι ἡ σύμπασα κτίσις τεθεμελίωτο, καὶ μετὰ ταῦτα ἐστερεώθη ἡ οἰκουμένη, ἥτις οὐ σαλευθήσεται. Εἰ δὲ καὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ τὴν οἰκουμένην ἐθέλοις νοεῖν· θεμέλιον δὲ αὐτῆς πρῶτον μὲν τὴν ἀῤῥαγῆ καὶ στερεὰν πέτραν, ἐφ' ᾗ ᾠκοδόμηται κατὰ τό· Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ἢ κατὰ τὸν