1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

40

κατὰ τὸν ἡμέτερον λόγον, ἀλλὰ τρεῖς νοεῖσθαι φύσεις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. {ΕΡΑΝ.} Σὺ γὰρ οὐκ ἄλλην τινὰ φὴς οὐσίαν τὴν τῆς ψυχῆς παρὰ τὴν τοῦ σώματος φύσιν; {ΟΡΘ.} Ναιχί. {ΕΡΑΝ.} Πῶς τοίνυν ὁ λόγος παράδοξος ὤφθη σοι; {ΟΡΘ.} Ὅτι δύο παραιτούμενος εἰπεῖν τρεῖς ὡμολόγησας φύσεις. {ΕΡΑΝ.} Ἡ πρὸς τοὺς ἀντιπάλους διαμάχη τοῦτο ποιεῖν βιάζεται. Πῶς γὰρ ἄν τις ἑτέρως διαλεχθείη τοῖς τῆς σαρκὸς ἢ τῆς ψυχῆς ἢ 143 τοῦ νοῦ τὴν ἀνάληψιν ἀρνουμένοις, ἢ τὰς περὶ τούτων ἀποδείξεις ἀπὸ τῆς θείας προφέρων γραφῆς; Πῶς δὲ ἄν τις τοὺς τοῦ μονογενοῦς τὴν θεότητα σμικρύνειν φιλονεικοῦντας διελέγξαι λυττῶντας, ἢ τὰ μὲν θεολογικῶς, τὰ δὲ οἰκονομικῶς δεικνὺς εἰρηκυῖαν τὴν θείαν γραφήν; {ΟΡΘ.} Ἀληθὴς οὗτος ὁ λόγος· ἡμέτερος γάρ, μᾶλλον δὲ πάντων, ὅσοι τὸν ἀποστολικὸν κανόνα διετήρησαν ἀκλινῆ. Αὐτὸς δὲ συνήγορος τῶν ἡμετέρων ἀνεφάνης δογμάτων. {ΕΡΑΝ.} Καὶ πῶς τοῖς ὑμετέροις συνηγορῶ δύο μὴ λέγων υἱούς; {ΟΡΘ.} Πότε ἡμῶν ἀκήκοας δύο πρεσβευόντων υἱούς; {ΕΡΑΝ.} Ὁ δύο λέγων φύσεις δύο λέγει υἱούς. {ΟΡΘ.} Τρεῖς οὖν ἄρα σὺ λέγεις υἱούς· τρεῖς γὰρ εἴρηκας φύσεις. {ΕΡΑΝ.} Οὐκ ἦν ἑτέρως τὰ τῶν ἐναντίων διαλύσαι προβλήματα. {ΟΡΘ.} Ταὐτὸ τοῦτο καὶ παρ' ἡμῶν ἄκουσον· τοῖς αὐτοῖς γὰρ χρώμεθα καὶ ἡμεῖς ἀνταγωνισταῖς. {ΕΡΑΝ.} Ἀλλ' ἐγὼ μετὰ τὴν ἕνωσιν δύο φύσεις οὐ λέγω. {ΟΡΘ.} Καὶ μὴν μετὰ πολλὰς τῆς ἑνώσεως γενεὰς τούτοις ἔναγχος ἐχρήσω τοῖς λόγοις. ∆ίδαξον δὲ ὅμως ἡμᾶς, πῶς μίαν λέγεις μετὰ τὴν ἕνωσιν φύσιν· ὡς μιᾶς ἐξ ἀμφοῖν γενομένης, ἢ ὡς θατέρας μεινά σης, τῆς δὲ ἑτέρας ἀναιρεθείσης; {ΕΡΑΝ.} Ἐγὼ τὴν θεότητα λέγω μεμενηκέναι, καταποθῆναι δὲ ὑπὸ ταύτης τὴν ἀνθρωπότητα. {ΟΡΘ.} Ἑλλήνων ταῦτα μῦθοι καὶ Μανιχαίων λῆροι. Ἐγὼ δὲ καὶ τὸ φέρειν τούτους εἰς μέσον αἰσχύνομαι. Οἱ μὲν γὰρ καταπόσεις θεῶν ἐμυθεύσαντο, οἱ δὲ τῆς τοῦ φωτὸς θυγατρὸς ἐν τοῖς λόγοις αὐτῶν ἐμνημόνευσαν. Ἡμεῖς δὲ τοὺς τοιούσδε λόγους οὐχ ὡς δυσσεβεῖς μόνον, ἀλλὰ καὶ ὡς ἄγαν ἀνοήτους ἀποστρεφόμεθα. Πῶς γὰρ ἂν ἡ ἁπλῆ καὶ ἀσύνθετος φύσις, ἡ περιληπτικὴ τῶν ὅλων, ἡ ἀνέφικτος, ἡ ἀπερίγραφος, κατέπιεν ἣν ἀνέλαβε φύσιν; {ΕΡΑΝ.} Ὡς ἡ θάλασσα μέλιτος προσλαβοῦσα σταγόνα. Φροῦδος γὰρ εὐθὺς ἡ σταγὼν ἐκείνη γίνεται τῷ τῆς θαλάττης ὕδατι μιγνυμένη. {ΟΡΘ.} Τῆς θαλάττης καὶ τῆς σταγόνος ἐν ποσότητι τὸ διάφορον, καὶ ἐν μιᾷ γε ποιότητι· ἡ μὲν γὰρ μεγίστη, ἡ δὲ σμικροτάτη· καὶ ἡ μὲν γλυκεῖα, ἡ δὲ ἁλμυρά· ἐν δέ γε τοῖς ἄλλοις πλείστην συγγένειαν ἔστιν εὑρεῖν. Ῥυτὴν γὰρ ἔχουσι καὶ ὑγρὰν καὶ ῥοώδη τὴν φύσιν ἀμφότεραι· καὶ τὸ εἶναι δὲ αὐταῖς ὁμοίως κτιστόν, καὶ τὸ ἄψυχον δὲ 144 ὡσαύτως κοινόν, καὶ μέντοι καὶ σῶμα αὕτη κἀκείνη καλεῖται. Οὐδὲν οὖν ἀπεικός, τὰς ἀγχιστευούσας φύσεις ὑπομεῖναι τὴν κρᾶσιν, καὶ θατέραν ὑπὸ θατέρας ἀφανισθῆναι. Ἐνταῦθα δὲ τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον, ὡς μηδεμίαν εἰκόνα τῆς ἀληθείας εὑρίσκεσθαι. Ἐγὼ μέντοι δείκνυμι πολλὰ τῶν κεραννυμένων μὴ συγχεόμενα, ἀλλ' ἀκραιφνῆ διαμένοντα. {ΕΡΑΝ.} Καὶ τίς ἀκήκοε κρᾶσιν ἄκρατον πώποτε; {ΟΡΘ.} Ἐγώ σε τοῦτο συνομολογῆσαι παρασκευάσω. {ΕΡΑΝ.} Εἰ φανείη τὸ ῥηθησόμενον ἀληθές, οὐκ ἀντιτάξομαι τῇ ἀληθείᾳ. {ΟΡΘ.} Ἀπόκριναι τοίνυν, ἢ ἀνανεύων ἢ κατανεύων, ὅπως ἄν σοι ἔχειν ὁ λόγος δοκῇ. {ΕΡΑΝ.} Ἀποκρινοῦμαι. {ΟΡΘ.} Τὸ φῶς ἀνίσχον πάντα δοκεῖ σοι τὸν ἀέρα πληροῦν, πλὴν εἰ μή τις ἐν ἀντρίοις οἰκίσκοις καθειργμένος ἀφώτιστος διαμένοι; {ΕΡΑΝ.} ∆οκεῖ μοι. {ΟΡΘ.} Καὶ ὅλον δι' ὅλου τοῦ ἀέρος χωρεῖν τὸ φῶς; {ΕΡΑΝ.} Καὶ τοῦτό μοι συνδοκεῖ. {ΟΡΘ.} Ἡ δὲ κρᾶσις οὐ δι' ὅλων τῶν κεραννυμένων χωρεῖ; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τὸν δέ γε πεφωτισμένον ἀέρα οὐ φῶς καὶ ὁρῶμεν καὶ ὀνομάζομεν; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἀλλ' ὅμως καὶ παρόντος τοῦ φωτός, καὶ ξηρᾶς ποιότητος αἰσθανόμεθα καὶ ὑγρᾶς· πολλάκις δὲ καὶ ψυχρᾶς καὶ θερμῆς. {ΕΡΑΝ.} Αἰσθανόμεθα τούτων. {ΟΡΘ.} Μετὰ δέ γε τὴν τοῦ φωτὸς