42
μετ' αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. ∆ιεξέρχεται ἑξῆς καταλέγων τίς ἦν ἡ δικαιοσύνη αὐτοῦ, καὶ ὅπως ἀπεκάθηρεν ἑαυτοῦ τὰς χεῖρας. Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησεν ἀπ' ἐμοῦ. Καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Ἐπεὶ τοίνυν ταῦτα ἐπορισάμην ἐμαυτῷ, φησὶ, μετὰ τὴν ἁμαρτίαν, καὶ τοσαύτας συνήγαγον ἐμαυτῷ θεραπείας, εἰκότως πάλιν ἐπαναλαβὼν τὸν αὐτὸν ἐν δευτέρῳ λόγον φημί· ὅτι, διὰ τὰ προλεχθέντα, Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ· ἀντὶ δὲ τοῦ, ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ, ὁ Σύμμαχος, τὴν ἀντικρὺ τῶν ὀφθαλμῶν αὐτοῦ, ἐξέδωκεν. Οὐ γὰρ ἀνθρώπων ὀφθαλμοῖς ἐσπούδαζον τὴν ἐμαυτοῦ καθαριότητα δεικνύναι, οὐδὲ ὥστε ἀρέσκειν τοῖς πολλοῖς, ἀλλ' ἀντικρὺ τῶν αὐτοῦ τοῦ κριτοῦ ὀφθαλμῶν πᾶσαν ἐποιούμην σπουδὴν τῆς ἐμαυτοῦ καθαρότητος. Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ· καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Μήποτε προφητικῶς λαὸν μὲν ταπεινὸν, ἢ, κατὰ τὸν Ἀκύλαν, πένητα, ἢ, κατὰ τὸν Σύμμαχον, πρᾶον τὸν χορὸν αἰνίττεται τὸν ἀποστολικόν· ὑπερηφάνους δὲ τοὺς πάλαι ἐπηρμένους, τοὺς ἀρχιερέας καὶ διδασκάλους καὶ ἄρχοντας τοῦ ἐκ περιτομῆς λαοῦ; οὓς πάλαι ὀφθαλμοῖς ὑπερηφάνοις κατὰ τοῦ Σωτῆρος ἡμῶν κεχρημένους ἐταπείνωσεν ὁ Θεὸς, ἐν πᾶσι σώσας τὸν αὑτοῦ ταπεινὸν καὶ πένητα καὶ πρᾶον, τὸν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν λαόν. Ὅτι σὺ φωτιεῖς τὸν λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ τοῦ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ζητῶν δὲ τὸν λύχνον τοῦ ∆αυῒδ εὗρον ἐν ρλαʹ ψαλμῷ φερόμενον τὸ, Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αυΐδ· ἡτοίμασα λύχνον τῷ 23.180 Χριστῷ μου. Λύχνος δὲ ἑτοιμαζόμενος τῷ Χριστῷ ἐκ σπέρματος ∆αυῒδ τίς ἂν γένοιτο ἢ τὸ γέννημα τὸ κατὰ σάρκα γενόμενον ἐκ διαδοχῆς ∆αυῒδ, ᾧ κέχρηται ὁ Χριστὸς ἐν αὐτῷ γενόμενος, καὶ τὰς τῆς δυνάμεως αὐτοῦ μαρμαρυγὰς καὶ τοῦ φωτὸς τὰς ἀνατολὰς πᾶσιν ἐξέλαμψεν ἀνθρώποις; ∆ιὸ καὶ ἐν τοῖς προκειμένοις προφητικῶς φησιν ὁ ∆αυΐδ· Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Σὺ γὰρ αὐτὸς, φησὶν, ὁ Κύριος, τὸ φῶς τὸ ἀληθινὸν τυγχάνων, ἑνωθείς ποτε ἀποῤῥήτως τῷ ἐξ ἐμοῦ γενησομένῳ λύχνῳ, φωτιεῖς αὐτόν· ἀλλὰ καὶ τὸ ἐγγενόμενόν μοί ποτε σκότος τότε παντελῶς περιελεῖς, ὡς μηδὲ μνήμην αὐτοῦ ἀνιέναι ἐπὶ τὴν ἐμὴν διάνοιαν. Εὖ δὲ οἶδα, ὅτι, καὶ τῆς παρὰ σοῦ δυνάμεως καὶ ἰσχύος καταξιωθεὶς, ἐπιβήσομαι τοῦ ἐν οὐρανοῖς τείχους· ἐν ἀσφαλεῖ τε γενόμενος, τότε τῆς παρὰ σοὶ τεύξομαι σωτηρίας. Ἤ· Ὑπερβήσομαι καὶ ὑπερπηδήσω πάντα τὰ τῶν ἐχθρῶν ὀχυρώματα καὶ τοὺς φραγμοὺς καὶ τὸ τεῖχος, ὃ περιβάλλειν μοι εἰς τὸ ἀποκλεῖσαι σπεύδονται. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ἄμωμον εἶναι ἀποφαίνεται, τουτέστιν ἀνεπίληπτον τὴν διοίκησιν αὐτοῦ, καὶ τὴν τῆς προνοίας οἰκονομίαν. Ἀλλὰ καὶ τὰ λόγια αὐτοῦ πεπυρωμένα, τουτέστι βεβασανισμένα καὶ δεδοκιμασμένα· οὐκ ἔστι τε αὐτοῖς ἐπισκέψαι· οὐδὲ ἀλλοτρίας ὕλης παρεμβεβλημένον τι ἐν αὐτοῖς εὑρεῖν, ὁποῖα τὰ παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου τυγχάνει· μετέχοντα μέν τινος ἔσθ' ὅτε φαντασίας, πάσης δὲ ἀθεότητος καὶ δυσσεβείας πεπληρωμένα. Τί οὖν τὰ πεπυρωμένα λόγια τοῦ Κυρίου διδάσκει; ὡς ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν· καὶ ὅτι οὐκ