1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

42

καὶ τροφὴν ᾔτησε, καὶ λαβὼν ἔφαγεν, οὔτε φαντασίᾳ τὴν τροφὴν ἀναλίσκων, οὔτε τοῦ σώματος τὴν χρείαν πληρῶν. {ΕΡΑΝ.} Καὶ μὴν ἀνάγκη δυοῖν θάτερον δέξασθαι· ἢ γὰρ δεηθεὶς μετέλαβεν, ἢ μὴ δεόμενος ἔδοξε μὲν ἐσθίειν, ἥκιστα δὲ μετέλαβε τροφῆς. {ΟΡΘ.} Τροφῆς μὲν οὐκ ἔχρῃζεν ἀθάνατον γεγενημένον τὸ σῶμα. Περὶ γὰρ τῶν ἀνισταμένων ὁ κύριος ἔφη· "Ἐκεῖ οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι." Ὅτι μέντοι μετέλαβε τῆς τρο φῆς, μάρτυρες οἱ ἀπόστολοι. Ὁ μὲν γὰρ μακάριος Λουκᾶς ἐν τῷ προοιμίῳ τῶν Πράξεων ἔφη, ὡς "Συναλιζόμενος τοῖς ἀποστόλοις ὁ κύριος παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι." Ὁ δὲ θειότατος Πέτρος σαφέστερον εἴρηκεν· "Οἵτινες συνεφάγομεν καὶ συνεπίο μεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν." Ἐπειδὴ γὰρ τῶν κατὰ τὸν παρόντα βίον ζώντων ἴδιον τὸ ἐσθίειν, ἀναγκαίως ὁ κύριος τῆς σαρκὸς τὴν ἀνάστασιν διὰ βρώσεως καὶ πόσεως ἔδειξε τοῖς μὴ νομίζουσιν ἀληθῆ. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Λαζάρου καὶ ἐπὶ τῆς Ἰαείρου πεποίηκε θυγατρός. Καὶ γὰρ ταύτην ἀναστήσας προσέταξεν αὐτῇ δοθῆναι φαγεῖν, καὶ τὸν Λάζαρον συνεστιώμενον εἶχε, ταύτῃ δεικνὺς τὴν ἀνάστασιν ἀληθῆ. {ΕΡΑΝ.} Εἰ δοίημεν ἀληθῶς βεβρωκέναι τὸν κύριον, δῶμεν καὶ πάντας ἀνθρώπους μετὰ τὴν ἀνάστασιν μεταλαμβάνειν τροφῆς. {ΟΡΘ.} Τὰ διά τινα οἰκονομίαν ὑπὸ τοῦ σωτῆρος γενόμενα οὐκ ἔστι κανὼν καὶ ὅρος τῆς φύσεως· ἐπεὶ καὶ ἄλλα τινὰ ᾠκονόμησεν, ἃ τοῖς ἀναβιώσκουσιν οὐδ' ὅλως συμβήσεται. {ΕΡΑΝ.} Τίνα ταῦτα; {ΟΡΘ.} Τῶν ἀνισταμένων τὰ σώματα οὐκ ἄφθαρτα γενήσεται καὶ ἀθάνατα; {ΕΡΑΝ.} Οὕτως ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε. "Σπείρεται, γὰρ ἔφη, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ. Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν." 148 {ΟΡΘ.} Ἀλλ' ὁ κύριος ἄπηρα καὶ ἀλώβητα πάντων ἀνθρώπων ἐγείρει τὰ σώματα· οὔτε γὰρ χωλότης οὔτε τυφλότης ἐν τοῖς ἀνισταμένοις εὑρίσκεται· τῷ δέ γε οἰκείῳ σώματι τὰς ἐκ τῶν ἥλων γεγενημένας διατρήσεις κατέλιπε καὶ τὴν τῆς πλευρᾶς ὠτειλήν, καὶ τούτου μάρ τυρες αὐτός τε ὁ κύριος καὶ τοῦ Θωμᾶ αἱ χεῖρες. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Εἰ τοίνυν μετὰ τὴν ἀνάστασιν τροφῆς μετέλαβεν ὁ δεσπότης, καὶ τὰς χεῖρας ἔδειξε καὶ τοὺς πόδας τοῖς μαθηταῖς, καὶ τὰς ἐν τού τοις διατρήσεις τῶν ἥλων, καὶ μέντοι γε καὶ τὴν πλευρὰν καὶ τὴν ἐν αὐτῇ γεγενημένην ἐκ τῆς πληγῆς ὠτειλήν, καὶ ἔφη πρὸς αὐτούς· "Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα," μεμένηκεν ἄρα καὶ μετὰ τὴν ἀνάστασιν ἡ τοῦ σώματος φύσις, καὶ εἰς ἑτέραν οὐσίαν οὐ μετεβλήθη. {ΕΡΑΝ.} Οὐκοῦν καὶ θνητόν ἐστι καὶ παθητὸν μετὰ τὴν ἀνάστασιν; {ΟΡΘ.} Οὐδαμῶς, ἀλλ' ἄφθαρτον καὶ ἀπαθὲς καὶ ἀθάνατον. {ΕΡΑΝ.} Εἰ ἄφθαρτόν ἐστι καὶ ἀπαθὲς καὶ ἀθάνατον, εἰς ἑτέραν μεταβέβληται φύσιν. {ΟΡΘ.} Τοιγαροῦν καὶ τὰ πάντων ἀνθρώπων σώματα εἰς ἑτέραν οὐσίαν μεταβληθήσεται· ἄφθαρτα γὰρ ἅπαντα καὶ ἀθάνατα ἔσται· ἢ οὐκ ἀκήκοας τοῦ ἀποστόλου λέγοντος· "∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν;" {ΕΡΑΝ.} Ἀκήκοα. {ΟΡΘ.} Οὐκοῦν μένει μὲν ἡ φύσις, μεταβάλλεται δὲ αὐτῆς τὸ φθαρ τὸν εἰς ἀφθαρσίαν, καὶ τὸ θνητὸν εἰς ἀθανασίαν. Σκοπήσωμεν δὲ οὑτωσί· τὸ ἀσθενοῦν σῶμα καὶ τὸ ὑγιαῖνον σῶμα καλοῦμεν ὁμοίως. {ΕΡΑΝ.} Ναιχί. {ΟΡΘ.} ∆ιατί; {ΕΡΑΝ.} Ἐπειδὴ μετέχει τῆς αὐτῆς οὐσίας τὰ ἀμφότερα. {ΟΡΘ.} Καὶ μὴν πλείστην ἐν αὐτοῖς ὁρῶμεν διαφοράν. Τὸ μὲν γάρ ἐστιν ὑγιές τε καὶ ἄρτιον καὶ ἀπήμαντον· τὸ δὲ ἢ τὸν ὀφθαλμὸν ἐκκεκομμένον, ἢ τὸ σκέλος ἔχει πεπληγμένον, ἢ ἄλλο τι πάθος παγ χάλεπον. 149 {ΕΡΑΝ.} Ἀλλὰ περὶ τὴν αὐτὴν φύσιν ἑκάτερον γίνεται, καὶ ἡ ὑγεία καὶ ἡ ἀσθένεια. {ΟΡΘ.} Οὐκοῦν τὸ σῶμα οὐσίαν κλητέον, καὶ τὴν νόσον καὶ τὴν ὑγείαν συμβεβηκός. {ΕΡΑΝ.} Πάνυγε· συμβαίνει γὰρ τῷ σώματι ταῦτά γε, καὶ ἀποσυμ βαίνει.