43
ἔστιν ἄλλος Θεὸς ἢ μόνος ὁ ἡμέτερος Κύριος, οὐδ' ἔστιν κραταιὸς ἄλλος ἢ ὁ Θεὸς ἡμῶν· καὶ διὰ τοῦτο εἰκότως ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτὸν, μηδενὸς ἑτέρου εὑρισκομένου τοῦ δυναμένου στῆναι πρὸς τοσοῦτον καὶ τοιοῦτον. Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με. Οὐκ ἀπρακτῶν, φησὶ, καὶ ἀργῶν προΐσταται καὶ ὑπερασπίζει· ἀλλὰ καὶ αὐτῶν συμβαλλομένων τῇ αὑτῶν σωτηρίᾳ διὰ τοῦ ἀγωνίζεσθαι καὶ τοὺς ἐχθροὺς καταπολεμεῖν. Οὕτω γοῦν καὶ ἐμὲ ὁπλίζων ταῖς ἑαυτοῦ δυνάμεσι, τὴν θνητὴν καὶ ἀνθρωπίνην μου ἰσχὺν τῇ αὑτοῦ χάριτι δυναμοῖ· ἵν' ὥσπερ ἀνὴρ τὴν ὀσφὺν περιεζωσμένος τὴν ἐξ αὐτοῦ χορηγουμένην μοι δύναμιν στῶ πρὸς τοὺς πολεμίους. Ἀλλὰ καὶ ὥσπερ εἴρηται· Ὁ Θεὸς, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· οὕτως κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν αὐτοῦ καὶ ἐμὲ βουλόμενος εἶναι, καὶ τὴν ἐμὴν ὁδὸν ἔθετο ἄμωμον, διδασκαλίαις καὶ παραινέσεσιν καὶ παντοίοις μαθήμασι τὴν ὁδόν μου, τουτέστι τὴν ζωὴν καὶ τὸν βίον ἄμωμον καταρτιζόμενος. Ἀντὶ δὲ τοῦ, ἄμωμον, Ἀκύλας, τέλειον, ἐκδέδωκεν. Ἔτι δὲ 23.181 πρὸς τούτοις, καὶ τοὺς πόδας μου ὡσεὶ ἐλάφων κατηρτίσατο· περὶ ὧν ἐλάφων πολὺς ἐν τοῖς ἱεροῖς πράγμασι γράμμασι φέρεται λόγος. Ἐπὶ σχολῆς δ' ἄν τις τῶν προτεθέντων ἐξετάσας, εὕροι ἂν αὐτῶν τὸν νοῦν ἀναφερόμενον ἐπὶ τοὺς ἁγίους τοῦ Θεοῦ ἄνδρας, τοὺς ἀναιρετικοὺς παντὸς ἑρπυστικοῦ καὶ ἰοβόλου ζώου. Ἐπεὶ καὶ τῆς ἐλάφου τοιαύτη πέφυκεν ἡ φύσις, ὀφιοκτόνος οὖσα καὶ ἀναιρετικὴ παντὸς ἑρπετοῦ. Ὀρεινοβατὲς δὲ τὸ ζῶον καὶ δρομικὸν, ὡς καὶ οἱ ἅγιοι τοῦ Θεοῦ τὰ ἄνω σκοποῦντες, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ὑψηλὰ διώκοντες, πόθῳ τῆς τῶν οὐρανῶν βασιλείας. Τὴν πρὸς τοὺς ἁγίους τοίνυν ὁμοιότητα ἑαυτοῦ καὶ ὁ ∆αυῒδ τῇ τοῦ Θεοῦ χάριτι ἀνατίθησι, λέγων ἑξῆς· Καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με. Εἰ γὰρ καὶ τὰ μάλιστα ἕτεροι καθέλκειν ἡμᾶς καὶ καταβιβάζειν ἐπὶ τὰ βάθη καὶ τὰς κοιλάδας τῆς κακίας πειρῶνται· ἀλλ' ὁ Θεὸς ἡμῶν, οἷά τις ἀγωνοθέτης διδάσκων ἡμᾶς ἀγαθοὺς εἶναι δρομεῖς, ἐπὶ τὰ κατάλληλα ἡμῖν ὕψη παρορμᾷ· αὐτοῦ τε ἡ χάρις. Οὐ γὰρ ἡμετέρα δύναμις ἵστησιν ἐν τοῖς ἡμετέροις ὕψεσι· φύσει γὰρ ἀνθρώπου ψυχῇ τὸ οὐράνιόν ἐστιν οἰκητήριον· καὶ τὰ ἐκεῖ ὕψη οὐκ ἀλλότρια, ἀλλ' οἰκεῖα· διὸ, Ἐπὶ τὰ ὕψη μου, φησὶν, ἱστῶν με. ∆ιδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονας μου. Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Πρὸς τούτοις ἅπασιν ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν Υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον. Ἀκριβῶς γὰρ ἐπιστήσεις τί ποτέ ἐστι τὸ διὰ πάσης Γραφῆς προφητευόμενον σωτήριον τοῦ Θεοῦ περὶ οὗ καὶ Συμεὼν ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. -Καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Τάχα δεξιὰ τοῦ Θεοῦ εἶναι δύναται ἐν ᾗ ἐστερέωσε τὸν οὐρανὸν, μονογενὴς Λόγος. Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Σύμμαχος δὲ ἐξέδωκε· Καὶ τὸ ὑπακούειν με αὐξήσει με. Ὁ δὲ Ἀκύλας· Καὶ πραότητός σου ἐπλήθυνέ με. Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου. Τὰ διαβήματα, καθ' ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος εἰς τὸν μέλλοντα αἰῶνα διαβαίνω, ἐπλάτυνας ὑποκάτω μου· κατ' ἀρχὰς γὰρ στενὰ καὶ ἐπίπονα φαινόμενα τῷ τὴν τεθλιμμένην ὁδεύειν ὁδόν· ὑπεράνω αὐτῶν τῇ προκοπῇ γεγενημένος, πλατυνθέντα αὐτὰ ἐθεασάμην. Ὁ γὰρ ἀνωτέρω τῶν προκοπῶν γεγενημένος, τῷ ἐπὶ τέλος ἐφθακέναι, οὐκέτι αἴσθεται τῆς στενότητος, τῶν πόνων καὶ ἱδρώτων τῶν ἐπὶ ταῖς προκοπαῖς, ἐν εὐρυχωρίᾳ γεγενημένος. Καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου. Εἰ διηνεκῶς ἐν τῷ πονεῖν ἐτέλουν, κἂν ἠσθένησε τὰ ἴχνη μου, τουτέστι τοῦ ἔσω ἀνθρώπου τὰ σκέλη· ἐπειδὴ μετὰ τοὺς ὑπὲρ