1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

43

{ΟΡΘ.} Τοιγάρτοι καὶ τὴν φθορὰν καὶ τὸν θάνατον συμβεβηκός, οὐκ οὐσίας ὀνομαστέον· συμβαίνουσι γάρ, καὶ ἀποσυμβαίνουσι. {ΕΡΑΝ.} Οὕτω κλητέον. {ΟΡΘ.} Οὐκοῦν καὶ τὰ τῶν ἀνθρώπων σώματα τῆς μὲν φθορᾶς ἀνιστάμενα καὶ τῆς θνητότητος ἀπαλλάττεται, τὴν δέ γε οἰκείαν οὐκ ἀπόλλυσι φύσιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Καὶ τὸ δεσποτικὸν τοιγαροῦν σῶμα ἄφθαρτον μὲν ἀνέστη, καὶ ἀπαθὲς καὶ ἀθάνατον καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον, καὶ παρὰ τῶν ἐπουρανίων προσκυνεῖται δυνάμεων· σῶμα δὲ ὅμως ἐστὶ τὴν προτέραν ἔχον περιγραφήν. {ΕΡΑΝ.} Ἐν μὲν τούτοις εἰκότα λέγειν δοκεῖς. Μετὰ δέ γε τὴν εἰς οὐρανοὺς ἀνάληψιν, οὐκ οἶμαί σε λέξειν, ὡς οὐκ εἰς θεότητος μετεβλήθη φύσιν. {ΟΡΘ.} Ἐγὼ μὲν οὐκ ἂν φαίην ἀνθρωπίνοις πειθόμενος λογισμοῖς. Οὐ γὰρ οὕτως εἰμὶ θρασύς, ὥστε φάναι τι σεσιγημένον παρὰ τῇ θείᾳ γραφῇ. Ἤκουσα μέντοι τοῦ θεσπεσίου Παύλου βοῶντος, ὅτι "Ἔστησεν ὁ θεὸς ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." Μεμάθηκα δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων, ὅτι οὕτως ἐλεύσεται ὃν τρόπον αὐτὸν εἶδον οἱ μαθηταὶ πορευόμενον εἰς τὸν οὐρα νόν. Εἶδον δὲ περιγεγραμμένην φύσιν, οὐκ ἀπερίγραφον. Ἤκουσα δὲ καὶ τοῦ κυρίου λέγοντος· "Ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ." Καὶ οἶδα περιγεγραμμένον τὸ ὑπ' ἀνθρώπων ὁρώμενον. Ἀθέατος γὰρ ἡ ἀπερίγραφος φύσις. Καὶ μέντοι καὶ τό, καθίσαι ἐπὶ θρόνου δόξης, καὶ στῆσαι τοὺς μὲν ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων, τὸ περιγεγραμμένον δηλοῖ. 150 {ΕΡΑΝ.} Οὐκοῦν οὐδὲ πρὸ τῆς ἐνανθρωπήσεως ἀπερίγραφος ἦν. Ὑπὸ γὰρ τῶν Σεραφὶμ αὐτὸν εἶδεν ὁ προφήτης κυκλούμενον. {ΟΡΘ.} Οὐκ αὐτὴν εἶδεν ὁ προφήτης τοῦ θεοῦ τὴν οὐσίαν, ἀλλ' ὄψιν τινὰ τῇ αὐτοῦ δυνάμει συμβαίνουσαν. Μετὰ δὲ τὴν ἀνάστασιν ἅπαντες αὐτὴν τοῦ κριτοῦ τὴν ὁρωμένην ὄψονται φύσιν. {ΕΡΑΝ.} Ὑποσχόμενος λόγον μὴ λέγειν ἀμάρτυρον, λογισμοὺς ἡμῖν οἰκείους προσφέρεις. {ΟΡΘ.} Ἐγὼ ταῦτα παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς. Ἤκουσα γὰρ Ζαχαρίου τοῦ προφήτου λέγοντος· "Ὄψονται εἰς ὃν ἐξεκέντη σαν." Πῶς δὲ ἕψεται τῇ προφητείᾳ τὸ τέλος, τῶν ἐσταυρωκότων μὴ γνωριζόντων ἣν ἐσταύρωσαν φύσιν; Ἤκουσα δὲ καὶ τοῦ νικηφόρου Στεφάνου βοῶντος· "Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστηκότα ἐκ δεξιῶν τοῦ θεοῦ." Εἶδε δὲ τὴν ὁρωμένην, οὐ τὴν ἀόρατον φύσιν. {ΕΡΑΝ.} Ταῦτα μὲν οὕτω γέγραπται. Ἀλλὰ τὸ σῶμα, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, οὐκ οἶμαί σε δείξειν ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν προσαγορευόμενον σῶμα. {ΟΡΘ.} Μάλιστα μὲν καὶ τὰ προειρημένα τοῦ σώματος ὑπάρχει δηλωτικά· τὸ γὰρ ὁρώμενον, σῶμα· δείξω δὲ ὅμως καὶ μετὰ τὴν ἀνάληψιν σῶμα καλούμενον τοῦ δεσπότου τὸ σῶμα. Ἄκουσον τοίνυν τοῦ ἀποστόλου διδάσκοντος· "Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετα σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Οὐ τοίνυν εἰς ἑτέραν μετα βέβληται φύσιν, ἀλλὰ μεμένηκε σῶμα, θείας μέντοι δόξης πεπληρωμέ νον καὶ φωτὸς ἐκπέμπον ἀκτῖνας· ἐκείνῳ τὰ τῶν ἁγίων σώματα γενήσεται σύμμορφα. Εἰ δὲ εἰς ἑτέραν ἐκεῖνο μετεβλήθη φύσιν, καὶ τὰ τούτων ὡσαύτως μεταβληθήσεται. Σύμμορφα γὰρ ἐκείνῳ γενήσεται. Εἰ δὲ τὰ τῶν ἁγίων φυλάττει τὸν χαρακτῆρα τῆς φύσεως, καὶ τὸ δεσποτικὸν ἄρα ὡσαύτως τὴν οἰκείαν οὐσίαν ἀμετάβλητον ἔχει. {ΕΡΑΝ.} Ἴσα τοίνυν ἔσται τῷ δεσποτικῷ σώματι τὰ τῶν ἁγίων σώματα; {ΟΡΘ.} Τῆς μὲν ἀφθαρσίας καὶ μέντοι καὶ τῆς ἀθανασίας μεθέξει καὶ ταῦτα. Κοινωνήσει δὲ καὶ τῆς δόξης, καθά φησιν ὁ ἀπόστολος· 151 "Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν." Ἐν δέ γε τῇ ποσό τητι πολὺ τὸ διάφορον ἔστιν εὑρεῖν, καὶ τοσοῦτον, ὅσον ἡλίου πρὸς ἀστέρας, μᾶλλον δὲ ὅσον δεσπότου πρὸς