44
ἀρετῆς κα 23.184 μάτους ἀνάπαυλα διαδέχεται, οὐκ ἀσθενεῖ, ἀλλ' ἰσχυροποιεῖται τὰ ἴχνη μου, ὥστ' ἂν εἰπεῖν· Καὶ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἀλλὰ καὶ ὁ Ἰησοῦ ἑπόμενος ἐπακολουθεῖ τοῖς ἴχνεσιν αὐτοῦ· ἐξ αὐτοῦ τοῦ πατεῖν τὴν τετριμμένην ὑπὸ Ἰησοῦ ὁδὸν ἰσχυρὰ κτᾶται τὰ ἴδια ἴχνη, ὡς ἔργῳ φάναι· Οὐκ ἠσθένησε τὰ ἴχνη μου ἐν τῇ στενοχωρίᾳ τῆς θλίψεως. Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν. Ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. Καὶ ὅσων ἐχθρῶν καὶ πολεμίων περιγέγονε διὰ τῆς τοῦ Θεοῦ βοηθείας! Καὶ τοῦτο δέ μοι, φησὶν, παρὰ τῆς σῆς χάριτος ὑπῆρξε, τὸ μὴ στενοχωρηθῆναί μου τοὺς πόδας, καὶ τὸ μὴ δικτύοις τῶν ἐχθρῶν, καὶ τοῖς σκανδάλοις τοῖς ὑπ' αὐτῶν προβεβλημένοις περιπαρῆναι. Ταῦτα γὰρ πάντα περιελὼν σὺ αὐτὸς ὁ Θεός μου, ὁμαλὴν κατηρτίσω μου τὴν πορείαν. Τὸ δὲ, Πεσοῦνται ὑπὸ τοὺς πόδας μου, νοήσεις ἐπαξίως τοῦ προφητικοῦ πνεύματος, τῆς τοῦ Σωτῆρος πρὸς τοὺς ἀποστόλους ἐπαγγελίας μνησθεὶς δι' ἧς πρὸς αὐτοὺς ἔλεγεν· Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ. Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ' ἐμὲ ὑποκάτω μου. Ἐμοὶ μὲν, φησὶν, ἀνδρείαν ἐδωρήσω καὶ ῥώμην. Εἰπὼν ἀνωτέρω· Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, ἐνταῦθα καὶ τοῦ ἔργου τὸ ἀποτέλεσμα διδάσκει λέγων· Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον· καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον· οἱ ἐκ μετανοίας ἄρτι τῆς ἔχθρας ἀπαλλαττόμενοι, διὰ τὸ μηδέπω τὴν ἐπ' ἀρετῇ παῤῥησίαν ἔχειν, τεθεῖεν τοῦ Ἰησοῦ νῶτος ὑπὸ τοῦ Πατρός· οὕτω γὰρ καὶ ἀκολουθῆσαι αὐτῷ ὀπίσω γενόμενοι δυνήσονται. Τάχα δὲ καὶ τοῦτο ῥηθείη· Ὁ σπουδαῖος, παῤῥησίαν πρὸς τὸν Θεὸν κεκτημένος, ἐνώπιον Κυρίου παρίσταται· ὁ δὲ φαῦλος, ὀπίσω ἐκβαλλόμενος διὰ τὴν ἰδίαν κακίαν, νῶτος τεθήσεται τοῦ Κυρίου. Ἐπεὶ γὰρ πρότεροι αὐτοὶ οἱ φαῦλοι ἔστρεψαν πρὸς αὐτὸν νῶτα, καὶ οὐχὶ πρόσωπα αὐτῶν, καὶ αὐτὸς, ἀποστραφεὶς αὐτοὺς, νῶτος αὐτοὺς ἕξει. Εἰ δὲ καὶ πᾶς δίκαιος ταῦτα λέγοι, ἐρεῖς, ὅτι αἱ μοχθηραὶ δυνάμεις, εἰς πρόσωπον ἐρχόμεναι, βλάπτουσι τοὺς ὁρῶντας διὰ παντὸς ὄντες εἰδεχθεῖς· εἰς νῶτον δὲ ῥιφέντες, οὐδὲν δυνήσονται ἐπὶ τούτου τεκταίνεσθαι, κατὰ τό· Ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί. Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, κλίνας οὐρανοὺς καὶ καταβὰς, ἀλλ' ὑψηλός ἐστι, κατὰ τό· Ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάσσων λαοὺς ὑπ' ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχ 23.185 θρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Τῷ μὲν γὰρ ἀπειθοῦντι λαῷ καὶ ἀντιλέγοντι ἐπάξειν τὰς ἐκδικήσεις καὶ τὰς τιμωρίας εἴρηται· ἢ κατὰ τὸν Σύμμαχον, Ὁ Θεὸς ὁ παρασχὼν τιμωρίας ἐμοί· τῷ δ' ἑτέρῳ τάγματι περὶ οὗ ἀνωτέρω εἴρηται· Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· τούτῳ τὴν ὑποταγὴν τὴν ὑπ' αὐτὸν χαρίζεται. ∆ιὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Καὶ ὑποτάσσων λαοὺς ἐπ' ἐμέ. Οὗτος καὶ ῥύστης μου, φησὶ, γέγονεν ἐξ ἐχθρῶν μου ὀργίλων, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὕψωσέ με, ὁ δ' αὐτὸς καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐῤῥύσατό με. ∆ι' ὧν σαφῶς παρίστησιν ἐχθρούς τινας αὑτοῦ καὶ ἀνθεστηκότας· καὶ παρὰ τούτους ἕτερόν τινα ἄνδρα, μεστὸν ὡς ἀληθῶς πάσης ἀδικίας. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων προφητικῶς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους καὶ τὸν προδότην Ἰούδαν, παντὸς ἀδίκου χείρονα γενόμενον, ὅτι δὴ, τοιούτων ἀξιωθεὶς παρὰ τοῦ Σωτῆρος, τοῖς ἐναντίοις αὐτὸν ἠμείψατο. ∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου