44
δούλους, καὶ τοῦ φωτίζοντος πρὸς τὸ φωτιζόμενον. Μεταδέδωκε δὲ ὅμως τῶν οἰκείων ὀνομάτων τοῖς δούλοις, καὶ φῶς καλούμενος, φῶς τοὺς ἁγίους ἐκάλεσεν· "̔Υμεῖς, γάρ φησιν, ἐστὲ τὸ φῶς τοῦ κόσμου." Καὶ ἥλιος δικαιοσύ νης ὀνομαζόμενος, περὶ τῶν δούλων φησί· "Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος." Κατὰ τὸ ποιὸν τοίνυν, οὐ κατὰ τὸ ποσόν, σύμ μορφα ἔσται τῷ δεσποτικῷ σώματι τῶν ἁγίων τὰ σώματα. Ἰδού σοι διαρρήδην ἐδείξαμεν ὅπερ ἡμᾶς ἐζήτησας. Εἰ δέ σοι δοκεῖ, καὶ ἑτέρως τοῦτο σκοπήσωμεν. {ΕΡΑΝ.} Πάντα δεῖ λίθον, κατὰ τὴν παροιμίαν, κινεῖν, ὥστε τὸ ἀληθὲς ἐξευρεῖν, οὐχ ἥκιστα δὲ θείων προκειμένων δογμάτων. {ΟΡΘ.} Εἰπὲ τοίνυν, τὰ μυστικὰ σύμβολα παρὰ τῶν ἱερωμένων τῷ δεσπότῃ θεῷ προσφερόμενα, τίνων ἐστὶ σύμβολα; {ΕΡΑΝ.} Τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος. {ΟΡΘ.} Τοῦ ὄντος σώματος ἢ τοῦ οὐκ ὄντος; {ΕΡΑΝ.} Τοῦ ὄντος. {ΟΡΘ.} Ἄριστα. Χρὴ γὰρ εἶναι τὸ τῆς εἰκόνος ἀρχέτυπον. Καὶ γὰρ οἱ ζωγράφοι τὴν φύσιν μιμοῦνται, καὶ τῶν ὁρωμένων γράφουσι τὰς εἰκόνας. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Εἰ τοίνυν τοῦ ὄντος σώματος ἀντίτυπά ἐστι τὰ θεῖα μυστή ρια, σῶμα ἄρα ἐστὶ καὶ νῦν τοῦ δεσπότου τὸ σῶμα, θεῖον μέντοι καὶ δεσποτικὸν σῶμα, οὐκ εἰς θεότητος φύσιν μεταβληθέν, ἀλλὰ θείας δόξης ἀναπλησθέν. {ΕΡΑΝ.} Εἰς καιρὸν τὸν περὶ τῶν θείων μυστηρίων ἐκίνησας λόγον· ἐντεῦθέν σοι γὰρ δείξω τοῦ δεσποτικοῦ σώματος τὴν εἰς ἑτέραν φύσιν μεταβολήν. Ἀπόκριναι τοίνυν πρὸς τὰς ἐμὰς ἐρωτήσεις. {ΟΡΘ.} Ἀποκρινοῦμαι. {ΕΡΑΝ.} Τί καλεῖς τὸ προσφερόμενον δῶρον πρὸ τῆς ἱερατικῆς ἐπικλήσεως; {ΟΡΘ.} Οὐ χρὴ σαφῶς εἰπεῖν· εἰκὸς γάρ τινας ἀμυήτους παρεῖναι. {ΕΡΑΝ.} Αἰνιγματώδης ἡ ἀπόκρισις ἔστω. 152 {ΟΡΘ.} Τὴν ἐκ τοιῶνδε σπερμάτων τροφήν. {ΕΡΑΝ.} Τὸ δὲ ἕτερον σύμβολον πῶς ὀνομάζομεν; {ΟΡΘ.} Κοινὸν καὶ τοῦτο ὄνομα, πόματος εἶδος σημαῖνον. {ΕΡΑΝ.} Μετὰ δέ γε τὸν ἁγιασμὸν πῶς ταῦτα προσαγορεύεις; {ΟΡΘ.} Σῶμα καὶ αἷμα Χριστοῦ. {ΕΡΑΝ.} Καὶ πιστεύεις γε σώματος Χριστοῦ μεταλαμβάνειν καὶ αἵματος; {ΟΡΘ.} Οὕτω πιστεύω. {ΕΡΑΝ.} Ὥσπερ τοίνυν τὰ σύμβολα τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος ἄλλα μέν εἰσι πρὸ τῆς ἱερατικῆς ἐπικλήσεως, μετὰ δέ γε τὴν ἐπίκλησιν μεταβάλλεται καὶ ἕτερα γίνεται, οὕτω τὸ δεσποτικὸν σῶμα μετὰ τὴν ἀνάληψιν εἰς τὴν θείαν μετεβλήθη οὐσίαν. {ΟΡΘ.} Ἑάλως αἷς ὕφηνας ἄρκυσιν. Οὐδὲ γὰρ μετὰ τὸν ἁγιασμὸν τὰ μυστικὰ σύμβολα τῆς οἰκείας ἐξίσταται φύσεως· μένει γὰρ ἐπὶ τῆς προτέρας οὐσίας, καὶ τοῦ σχήματος καὶ τοῦ εἴδους, καὶ ὁρατά ἐστι, καὶ ἁπτά, οἷα καὶ πρότερον ἦν· νοεῖται δὲ ἅπερ ἐγένετο, καὶ πιστεύ εται καὶ προσκυνεῖται, ὡς ἐκεῖνα ὄντα ἅπερ πιστεύεται. Παράθες τοίνυν τῷ ἀρχετύπῳ τὴν εἰκόνα, καὶ ὄψει τὴν ὁμοιότητα. Χρὴ γὰρ ἐοικέναι τῇ ἀληθείᾳ τὸν τύπον. Καὶ γὰρ ἐκεῖνο τὸ σῶμα τὸ μὲν πρό τερον εἶδος ἔχει, καὶ σχῆμα καὶ περιγραφήν, καὶ ἁπαξαπλῶς, τὴν τοῦ σώματος οὐσίαν· ἀθάνατον δὲ μετὰ τὴν ἀνάστασιν γέγονε, καὶ κρεῖτ τον φθορᾶς, καὶ τῆς ἐκ δεξιῶν ἠξιώθη καθέδρας, καὶ παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως, ἅτε δὴ σῶμα χρηματίζον τοῦ δεσπότου τῆς φύσεως. {ΕΡΑΝ.} Καὶ μὴν τὸ μυστικὸν σύμβολον τὴν προτέραν ἀμείβει προσ ηγορίαν· οὐκέτι γὰρ ὀνομάζεται ὅπερ πρότερον ἐκαλεῖτο, ἀλλὰ σῶμα προσαγορεύεται. Χρὴ τοίνυν καὶ τὴν ἀλήθειαν θεόν, ἀλλὰ μὴ σῶμα καλεῖσθαι. {ΟΡΘ.} Ἀγνοεῖν μοι δοκεῖς. Οὐ γὰρ σῶμα μόνον, ἀλλὰ καὶ ἄρτος ζωῆς ὀνομάζεται. Οὕτως αὐτὸ καὶ ὁ κύριος προσηγόρευσε, καὶ αὐτὸ δὲ τὸ σῶμα θεῖον ὀνομάζομεν σῶμα, καὶ ζωοποιὸν καὶ δεσποτικὸν καὶ κυριακόν, διδάσκοντες ὡς οὐ κοινοῦ τινός ἐστιν ἀνθρώπου, ἀλλὰ 153 τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς θεός ἐστι καὶ ἄνθρωπος, αἰώνιός τε καὶ πρόσφατος. "Ἰησοῦς γὰρ Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." {ΕΡΑΝ.} Πολλοὺς μὲν περὶ τούτου διεξελήλυθας λόγους· ἐγὼ δὲ τοῖς ἐν ταῖς ἐκκλησίαις πάλαι διαλάμψασιν ἁγίοις ἀκολουθῶ. ∆εῖξον τοίνυν ἐκείνους μετὰ τὴν ἕνωσιν