45
ψαλῶ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ ∆αυῒδ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Ἐπὶ τὸ ἕτερον μεταβαίνει, ὡς ἂν εἴποι τις τὸ δεξιὸν τάγμα, καὶ ἔστιν ἔργοις αὐτοῖς καὶ ὀφθαλμοῖς παραλαβεῖν· ὥσπερ ὁ ∆αυῒδ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὥσπερ εἰσέτι καὶ νῦν ζῶν καὶ σὺν ἀνθρώποις πολιτευόμενος, διὰ τῶν ἑαυτοῦ γραφῶν ᾠδῶν τε καὶ ὕμνων ἐν πᾶσι τοῖς ἔθνεσι ψάλλει τῷ Θεῷ τῶν ὅλων· καὶ ὁ ἐκ σπέρματος δι' αὐτοῦ γεγονὼς, οὗ εἰς πρόσωπον ἀναφέρεται τὰ προκείμενα, ὁμοίως κρείττων γενόμενος τῶν ἐπιβεβουλευκότων αὐτῷ, εἴποι ἄν· Καὶ ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με. Ἐκείνους μὲν οὖν καταλείπει· τὴν δὲ χάριν τὴν ἐξ αὐτοῦ καὶ τὴν ἀλήθειαν πᾶσι τοῖς ἔθνεσιν μεταδίδωσιν· εἰσέτι τε καὶ νῦν πανταχοῦ γῆς αὐτὸς παρὼν, καὶ μέσος τῶν εἰς αὐτὸν ἠλπικότων ἑστὼς, τῷ Πατρὶ διὰ τῆς ἑαυτοῦ Ἐκκλησίας ἐξομολογεῖται· διό φησι· ∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΙΗʹ. Καὶ ὁ παρὼν ψαλμὸς τῶν εἰς ἀγαθὸν τέλος παραπεμπόντων τυγχάνει· ἀλλὰ καὶ εὐχαριστήριος ἀναγράφῃ ᾠδὴ τοῖς τοὺς ἐχθροὺς καταγωνισαμένοις ἐπινίκιος εἰρημένη. ∆ιὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐπινίκιος ᾠδὴ τοῦ ∆αυΐδ. Ἀλλὰ καὶ διὰ τὸ ἀνακεῖσθαι τῷ τὰς νίκας δωρουμένῳ Θεῷ, κατὰ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα, λέλεκται. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. ∆ιδασκαλίαν περιέχει τῆς τοῦ Θεοῦ μεγαλουργίας παραστατικήν. Ἐπειδὴ γὰρ τὸ ἀφανὲς καὶ ἀόρατον τῆς ἀσωμάτου καὶ ἀγενήτου καὶ θεϊκῆς οὐσίας, διὰ τὸ μὴ σαρκὸς ὀφθαλμοῖς καταλαμβάνεσθαι, οἱ τὰ ὄμματα τῆς ψυχῆς πεπηρωμένοι τῆς τῶν ὄντων ὑπάρξεως ἐκβεβλήκασιν, ἀθέοις στόμασιν ἀποφηνάμενοι μὴ εἶναι Θεὸν, μηδὲ ὑπάρχειν τι κρεῖττον τῶν ἐν σώμασιν 23.188 ὁρωμένων· αὐτομάτῳ δὲ καὶ ἀλόγῳ συντυχίᾳ, εἰκῆ καὶ μάτην ἐξ οὐδεμιᾶς αἰτίας ὑποστῆναι τὸν πάντα κόσμον· ἀναγκαίως ὁ παρὼν λόγος διὰ τῆς ψαλμῳδίας ἀποδεικτικῶς καὶ μετὰ δημιουργικῆς τῶν ὅλων δυνάμεως τὴν θεολογίαν παρίστησι, τοιοῦτόν τινα λογισμὸν διεξιών. Θνητῶν μὲν φύσις μικρὰ τυγχάνει καὶ ἀσθενής· λογισμοί τε ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· διὸ πλεῖστον ὅσον ἀποδέομεν τῆς κατ' ἀξίαν τοῦ Θεοῦ δοξολογίας. Οὐδὲ γὰρ ἀνθρώπων φωναῖς, οὐδὲ γλώττῃ σαρκὸς καὶ χείλεσιν δύνασθαί ποτε νομίζειν ἐπάξιον περὶ Θεοῦ λόγον ἀποδίδοσθαι. Εἰ δὲ χρὴ διδασκαλίας ἐνεργοῦς καὶ μεγίστης αὐτῷ τε πρεπούσης τῷ Θεῷ ἐπακούειν, εἴ τις ἔῤῥωται τῆς ψυχῆς τὰ αἰσθητήρια, συντεινάτω ἑαυτὸν καὶ διεγειράτω πρὸς ἀκρόασιν ἐπαξίως ἀναφωνουμένην τῆς ἀπειρομεγέθους δυνάμεως τοῦ Θεοῦ· ἣν αὐτοὶ προφέρονται οἱ τὸν σύμπαντα περιέχοντες οὐρανοὶ, τὸν ἑαυτῶν κτίστην καὶ ποιητὴν τῶν ὅλων Θεὸν ᾠδαῖς καὶ δοξολογίαις ἀνυμνοῦντες. Αὐτοὶ γὰρ οἱ ἀνωτάτω πάντων, καὶ τοῦ ὑποβεβηκότος στερεώματος ὑπερκείμενοι οὐρανοὶ, οἱ σύμπασαν περιειληφότες τὴν αἰσθητὴν καὶ πνευματικὴν κτίσιν, τὴν δόξαν Θεοῦ οὐκ Ἑλληνικῇ φωνῇ φθεγγόμενοι, οὐδ' ἑτέρᾳ τινὶ διαλέκτῳ χρώμενοι, αὐτῷ δὲ ἔργῳ διὰ τοῦ ἑαυτῶν κόσμου καὶ τῆς εὐρύθμου καὶ ἐναρμονίου καὶ πανσόφου στάσεως, τοῦ αἰτίου αὐτοῖς τῆς τοιᾶσδε κινήσεως τὴν ἀπειρομεγέθη δύναμιν ἐκδιδάσκουσιν. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Ὁ οὖν τοὺς οὐρανοὺς νομίζων δίχα τινὸς δημιουργικοῦ λόγου καὶ θείας ἄνευ δυνάμεως ἑαυτοὺς ὑποστήσασθαι, καὶ τοῦ τοσοῦδε μεγέθους καὶ τοῦ τοιοῦδε σχήματος, τῆς τε εὐσταθοῦς καὶ εὐτάκτου κινήσεως τὴν αἰτίαν τοῖς σώμασιν αὐτῶν προσγράφων,