46
ἄφρων καὶ ἀσεβής. ∆ιὸ τοὺς ἔμφρονα νοῦν κεκτημένους προσήκει συνομολογεῖν μονονουχὶ φωνῆς ἀκούειν ἔργῳ βοώσης αὐτῶν τῶν οὐρανῶν, τὴν πρέπουσαν δόξαν ἀναπεμπόντων τῷ ἑαυτῶν ποιητῇ καὶ δημιουργῷ Θεῷ. Οὕτω δὲ καὶ τὸ στερέωμα, ὃ δὴ Μωϋσῆς κατὰ τὴν δευτέραν ἡμέραν τῆς κοσμοποιίας γεγονέναι παρίστη· καὶ τοῦτο τοιγαροῦν τὸ στερέωμα, ἕτερον ὂν παρὰ τοὺς προωνομασμένους οὐρανοὺς, κηρύττει τοῖς πᾶσι καὶ κέκραγε διδάσκων, ὅτι μὴ ἐξ αὐτομάτου τοιόνδε ὑπέστη· ἔργον δέ ἐστι καὶ αὐτὸ τοῦ τῶν ὅλων ποιητοῦ Θεοῦ· διὸ εἴρηται· Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἶδε δὲ Μωϋσῆς πρὸ τῆς τοῦ στερεώματος συστάσεως οὐρανὸν πρότερον τῆς ἡμέρας γεγενημένον, λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἑξῆς δ' οὖν μετὰ τὴν ποίησιν τοῦ πρώτου οὐρανοῦ φωτὸς εἰσάγει δύναμιν καὶ γένεσιν, ἡμέραν τε διδάσκει τὸ φῶς κεκλῆσθαι, γεγονέναι τε πρωΐαν φησὶ καὶ ἑσπέραν, ἡμέραν μίαν. Εἶτα δευτέρας ἡμέρας ἀρχόμενος, τὴν τοῦ στερεώματος 23.189 εἰσάγει ποίησιν. Οἶδε δὲ ἡ Γραφὴ καὶ πλείους οὐρανούς· διό φησιν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· καὶ πάλιν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· καὶ ἀλλαχοῦ εἴρηται· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Καὶ τὸ στερέωμα κέκληται οὐρανὸς, καὶ ὁ Σωτὴρ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ἐν τῇ εὐχῇ διδάσκει εἰπεῖν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. ∆ιδάσκει ἡμέρα καὶ διδάσκει νὺξ τοὺς ἐθέλοντας παιδεύεσθαι, ὅση τίς ἐστιν ἡ σοφία ἡ ἄῤῥητος καὶ ἀπερίληπτος δύναμις τοῦ τὰ διαστήματα τῶν χρόνων καταμετρήσαντος αὐτοῖς Θεοῦ. Εἰ μὲν γὰρ μηδεὶς ἦν ὁ καὶ ταύταις ὥραις καὶ χρόνους καὶ καιροὺς διαταξάμενος, ἀπρονοήτῳ δὲ καὶ ἀλόγῳ κινήσει κατά τι σύμβαμα τυχιμαῖον ὑφεστῶτα ἦν· ἐχρῆν δήπου μὴ τὰ ἴσα διαστήματα τῶν ἡμερῶν διὰ παντὸς τοῦ αἰῶνος ὑφεστάναι, ἢ συγκεχυμένους αὐτῶν εἶναι τοὺς καιροὺς, καὶ τὰς νύκτας δὲ ὡσαύτως εἰκῆ καὶ ὡς ἔτυχεν φέρεσθαι. Ἀλογίας γὰρ ἀδελφὴ ἀταξία, καὶ τῷ τυχιμαίῳ ἕπεται σύγχυσις· ὡς ἔμπαλιν πάσης εὐταξίας ἡγεῖται λόγος, ἁρμονίας τε καὶ συμφωνίας ἡγεῖται σοφία. Αἱ τοίνυν τούτων πρὸς ἀλλήλας ἀμοιβαὶ καὶ ὑποχωρήσεις, ποτὲ μὲν ἡμερῶν μηκυνομένων, ὑποχωρουσῶν δὲ αὐτῶν νυκτῶν, ποτὲ δὲ τῶν νυκτῶν τὸ προδεδανεισμένον χρέος κατὰ τὴν τῶν ὡρῶν αὔξησιν ἀπολαμβανουσῶν, μονονουχὶ φθέγγονται καὶ λαλοῦσι μεγάλῃ φωνῇ τῇ πανσόφῳ διατάξει τοῦ τῶν ὅλων μαρτυροῦσαι Θεοῦ, καὶ κηρύττουσιν ἀνθρώποις τὴν τοῦ Θεοῦ γνῶσιν· οὕτω δὲ κεκραγόσιν αὐτοῖς ἔργοις αἱ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν φωναὶ τοῖς ἐπαΐειν αὐτῶν δυναμένοις, ὡς μηδεμίαν ἀκοὴν λανθάνειν τὴν διδασκαλίαν αὐτῶν. Πεπλήρωται γοῦν ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη τῆς εὐρύθμου καὶ ἀμοιβαίας αὐτῶν χορείας· δι' ἃ λέλεκται· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· δῆλον δὲ, ὅτι τῶν ἡμερῶν καὶ τῶν νυκτῶν, τῶν τε διηγουμένων τὴν τοῦ Θεοῦ δόξαν οὐρανῶν, καὶ τοῦ τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ ἐξαγγέλλοντος στερεώματος. Ἔνθα δὲ γενομένῳ μοι θαυμάζειν ἔπεισιν, ὅπως ὁ ἱερὸς ἀπόστολος τό· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, ἐπὶ τοὺς μαθητὰς καὶ εὐαγγελιστὰς καὶ ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν ἀνήνεγκεν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ. Ἐπιστήσας δὲ τὸν νοῦντῇ ἀποστολικῇ λέξει, σφόδρα ἀκριβῶς εὗρον αὐτὸν καταχρηστικῷ τρόπῳ εὐκαίρως τὴν παράθεσιν πεποιημένον· οὐ γὰρ ὥσπερ ποτὲ μὲν ἔφη· Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ποτὲ δὲ, καθὼς προείρηκεν Ἡσαΐας· καὶ πάλιν· Καθὼς γέγραπται· καὶ αὖθις· 23.192 Λέγει γὰρ ἡ Γραφή· οὐχ οὕτως καὶ ἐπὶ