47
τοῦ· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, εἴρηκε μετὰ προσθήκης ὁμοίας τοῖς προεκτεθεῖσιν. Εἰ γάρ τι τοιοῦτον προφήσας εἶπε, τάχ' ἄν τις ἐλάβετο ὡς βεβιασμένως ἐκδεξαμένου τὴν ἐν τῷ ψαλμῷ ῥῆσιν· νυνὶ δὲ ἁπλῇ φράσει φαίνεται συγχρησάμενος τῇ ἀπὸ τοῦ ψαλμοῦ παραθέσει· διὸ εἴποι τις αὐτὸν κατακεχρῆσθαι εὐκαίρως καὶ ὠφελίμως καὶ εὐρύθμως τῇ μαρτυρίᾳ. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Πρὸς τοῖς εἰρημένοις τῆς τοῦ Θεοῦ δοξολογίας διδάσκαλος καθέστηκεν ὁ ἥλιος, οἷα δεσπότου καὶ μεγάλου βασιλέως νόμον ἀπαράβατον τηρῶν. Οὐ γάρ ποτε ἄλλην τρέπεσθαι παρὰ τὴν ὁρισθεῖσαν αὐτῷ πορείαν τολμᾷ οὐδ' ὑπερβαίνει τοὺς ὅρους τῆς κατ' οὐρανὸν διατάξεως· ἀλλ' ἐκπορεύεται μὲν ὄρθριος, ὥσπερ ἐξ ἀδύτου καὶ ἀβάτου νυμφῶνος προϊὼν, ὡραϊσμένος δὲ οἷα νυμφίος καὶ τῷ τοῦ φωτὸς ἠγλαϊσμένος ἄνθει· ἐπειδὰν τὸν ὁρίζοντα τὸν ἀνατολικὸν ὑπερβῇ, τὸν σύμπαντα διιππεύει κόσμον, ἀκοπιάστως τὸν οἰκεῖον ἐξανύων δρόμον. Κυκλοῖ δὲ κυκλῶν οἷά τις γίγας ἰσχυρὸς τὴν ἀλκὴν καὶ ἄμαχος, ὥσπερ ἐκ νύσσης ἀρξάμενος ἀπ' ἄκρου κέντρου τοῦ κατὰ ἀνατολὰς ὁρίζοντος, διατρέχων νυχθημέρῳ ἑνὶ τὸν σύμπαντα κόσμον, ὡς μηδένα ἀνεπαίσθητον εἶναι θέρμης. Ταῦτα δὲ ἐνεργεῖ δουλεύων τῷ τοῦ πεποιηκότος αὐτὸν νεύματι, καὶ τεθεικότος ἐν τῷ στερεώματι. ∆ιὸ εἴρηται· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Ὅπερ σαφῶς εἰρημένον, λευκότερον ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁ δὲ Σύμμαχος· Τῷ ἡλίῳ ἔταξε σκηνὴν ἐν αὐτοῖς· ὁ δὲ Θεοδοτίων, Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις ἐξέδωκεν. Ἐν γὰρ τοῖς προλεχθεῖσιν οὐρανοῖς καὶ ἐν τῷ ἀποδοθέντι στερεώματι τὸ τοῦ ἡλίου σκήνωμα καὶ τὸ οἰκητήριον τέθειται ὁ Θεὸς, κατὰ τὸ λελεγμένον παρὰ Μωϋσεῖ· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· ∆ιὰ τούτων δεικνὺς ὁ ἥλιος καὶ μονονουχὶ βοῶν· μὴ αὐτὸς εἶναι ἑαυτοῦ κύριος, μηδ' ἐλεύθερος τυγχάνειν, γνωρίζειν δὲ τὸν καὶ ἑαυτοῦ καὶ πάντων ∆εσπότην. Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα 23.193 ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Ταῦτα δὲ πάντα περιείληφεν ὁ τοῦ Θεοῦ νόμος ὑπὲρ ἐπιστροφῆς τῆς ψυχῆς. Μαρτυρίας γὰρ πρῶτον περιέχει καὶ δικαιώματα καὶ ἐντολάς. Ἔπειτα τούτοις ἅπασιν ἐπήρτησεν, ὥσπερ βακτηρίαν ἐπιστρεπτικὴν, τὸν φόβον, καὶ ἐπὶ πᾶσιν ὥσπερ κορωνίδα τὰ κρίματα ἐπέθηκε τοῦ Θεοῦ. Ἑκάστῳ δὲ τῶν εἰρημένων ἰδίωμα συνῆψε· τῷ μὲν κατὰ πάντα γενικῷ ὠνομασμένῳ νόμῳ τὴν τῆς ψυχῆς ἐπιστροφήν· ὅπως δὲ ἐπιστρέφει ψυχὴ, διὰ τῶν ἑξῆς παρίστησι, μαρτυρίαν πιστὴν εἰπὼν δι' ἧς σοφίζεται ὁ ἐν Χριστῷ νήπιος· ἔπειτα δικαιώματα Κυρίου, καὶ τούτων ἰδίωμα προσθεὶς τὸ εἶναι αὐτὰ εὐθέα, καρπόν τε τοῖς μεταλαμβάνουσι παρέχοντα τὴν εὐφροσύνην. Καὶ ἐπὶ τούτοις ἐντολὴν Κυρίου, ἧς καὶ αὐτῆς τὸ ἰδίωμα παρέστησεν, τηλαυγῆ φήσας αὐτὴν καὶ τῶν ὀφθαλμῶν τῆς ψυχῆς φωτιστικήν. Τῷ δὲ φόβῳ τοῦ Κυρίου συνῆψεν τὴν ἁγνείαν, καὶ τῇ ἁγνείᾳ τὴν διαρκῆ καὶ αἰώνιον ζωήν. Καὶ ἐπὶ πᾶσι καὶ μετὰ πάντα προσέθηκεν τὴν τοῦ Θεοῦ κρίσιν,