48
συνῆψέ τε αὐτῇ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην. Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου. Ἀντὶ δὲ τοῦ, Ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου, ὁ Ἀκύλας ἐξέδωκε· Καί γε ἀπὸ ὑπερηφάνων συντήρησον τὸν δοῦλόν σου. Σφόδρα ἀναγκαίως καὶ ταύτην ἐκπέμπων τὴν εὐχὴν, ὡς ἂν ῥυσθείη ἀπὸ ὑπερηφανίας. Ἐπειδὴ γὰρ τοῖς κατορθοῦσι παρέπεταί τις λογισμὸς πολλάκις ὑπερήφανος, ἐπαιρομένης καὶ χαυνουμένης τῆς ψυχῆς ἐφ' οἷς ἑαυτῇ συνοῖδεν ἀγαθοῖς· εἶτα τῷ τῆς ὑπερηφανίας περιπεσοῦσα κακῷ, ἄλλῳ τρόπῳ τραχηλίζεται καὶ καταπίπτει· ὡς διὰ τοῦτο φάσκειν τὸν Ἀπόστολον· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, καὶ φύλακα τῶν τοῦ Θεοῦ ἐντολῶν ἑαυτὸν εἰπὼν, ἱκετεύει ῥυσθῆναι ἀπὸ ὑπερηφανίας, καὶ ἐπιλέγει· Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ τότε καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος εἰ καὶ φύλακα ἐμαυτὸν εἴρηκα τῶν τοῦ Θεοῦ παραγγελμάτων, ἀλλ' ἐπεὶ οὐδέπω συνοῖδα ἐμαυτῷ κεκαθαρισμένῳ ἐκ τῶν κρυφίων μου, ἔτι δ' ἀγωνιῶ καὶ πεφρόντικα ὡς ἂν ῥυσθείην ἀπὸ ὑπερηφανίας, εἰκότως φημὶ, ἅτε μηδέπω τὸ τέλειον καθορθώσας. Τότε ἀκριβῶς γνώσομαι ἐμαυτὸν ἄμωμον, καὶ τότε ἀπὸ μεγάλης καθαρισθήσομαι ἁμαρτίας, ἐπειδὰν μήτε τὰ κρύφιά μου κατακυριεύσωσι, μήτε λογισμὸς ὑπερήφανος καταδουλώσει με, ἢ πονηροὶ δαίμονες. Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν. Εἰ γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα 23.196 ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μεταφέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ. Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου. Ὅταν ταῦτά μοι ὑπαρχθῇ παρὰ σοῦ, τὰ λόγια τοῦ στόματός μου ἃ προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι, εἰς εὐδοκίαν ἔσται. Εἰς εὐδοκίαν δέ ἐστιν τὰ λόγια τὰ ἀποδοχῆς ἄξια. Καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου ἐστὶ διὰ παντός. Ἡ μελέτη τοῦ διανοητικοῦ μου, γινομένη ἐν λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς οὖσα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διὰ παντός. Τὸ μέντοι τῆς μελέτης ἄμεμπτον οὐκ ἄλλοθεν ἢ ἐκ σοῦ ὑπῆρκται, καθαρίσαντός με ἀπὸ τῶν κρυφίων μου. Κύριε, βοηθέ μου καὶ λυτρωτά μου. Σοῦ βοηθοῦντος, ὦ δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. Εἰ δὲ καὶ παρ' ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάντων λυτροῦσαι, ἅμα βοηθὸς καὶ λυτρωτὴς εὑρισκόμενος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. ∆ιάψαλμα. Ἔστι μὲν τῷ ∆αυῒδ ἀνακείμενος ὁ ψαλμὸς, κατὰ τὴν προγραφήν. Ἐπίστησον δὲ μήποτε ὡς πρὸς τὴν ἱστορίαν εὐχή τις ἦν αὐτὴ συνεργὸς ταῖς τοῦ ∆αυῒδ ἱκετηρίαις, δεομένου τε καὶ ἀντιβολοῦντος διὰ προσευχῆς τυχεῖν Θεοῦ Σωτῆρος πρὸς ἐχθροὺς καὶ πολεμίους παραταττομένου. Εἰκὸς γὰρ ἦν αὐτῷ ταῦτα πράττοντι χορὸν ἁγίων ἀγγέλων ἢ καὶ θεοφιλῶν ἀνδρῶν, αὐτῶν δὴ τῶν ἱερῶν καὶ λειτουργῶν τοῦ Θεοῦ τὰ προκείμενα πάντα συνεύχεσθαι αὐτῷ καὶ λέγειν· Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, καὶ τὰ ἑξῆς· τό τε δὲ, Καὶ παρασταίη σοι τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἀπαρκεῖ γὰρ αὐτὴ ἡ ἐπίκλησις καὶ ἡ προσηγορία πρὸς ἄμυναν παντὸς ἐναντίου. Ταῦτα δὲ οὐ μόνῳ τῷ ∆αυῒδ, ἀλλὰ καὶ παντὶ τῷ καθ' ὁμοίωσιν ἐκείνου τὰς δι' εὐχῶν ἀναπέμποντι τῷ Θεῷ νοερὰς καὶ καθαρὰς θυσίας, δυνάμεις ἁγίας, καὶ ἀγγέλων ἱερῶν χοροὺς, εἰκὸς ἂν εἴη συνεύχεσθαι καὶ ἐπεύχεσθαι. ∆ῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου