49
πληρώσαι. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν τῷ ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ. Ἀπὸ τοῦ διαψάλματος οἱ εὐξάμενοι προφητεύουσιν, αὐτῷ τὸν Θεὸν δώσειν, ᾧ τὰς λογικὰς θυσίας προσήνεγκεν, ὅσα κατὰ διάνοιαν ᾔτησε, καὶ πλήρωσιν τῇ βουλῇ, ἢ ὅτι μὴ ἀλλότρια Θεοῦ τὰ βεβουλευμένα. Συναπολαύσομεν δέ σοι, φασὶ, τῶν ἀγαθῶν, ἀγαλλιώμενοι τῷ σωτηρίῳ τῷ σῷ· ἔγνωμεν γὰρ ἐξ ἁγίου Πνεύματος τὸ ἐκ σοῦ γενησόμενον γέννημα πάντων ἀνθρώπων σωτήριον· ἐφ' ᾧ καὶ ἡμεῖς μεγαλυνθησόμεθα ἐν τῷ ὀνόματι τοῦ Θεοῦ ἡμῶν. Ἔστω δέ σου καὶ τὰ αἰτήματα καὶ γὰρ ἄξια ταῦτα Θεοῦ. 23.197 Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ. ∆εξιὰ δὲ χεὶρ, καὶ πᾶσαι αἱ σωτήριοι καὶ δεξιαὶ πράξεις ἐν δυναστείαις. ∆υνάμεσι γὰρ καὶ σημείοις καὶ τέρασι τὰς εἰς ἀνθρώπους ποιήσεται εὐεργεσίας. Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Σῶσον, Κύριε, τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσόμεθά σε. Ἀλλὰ γὰρ ἡ πεῖρα τῶν πραγμάτων γένοιτ' ἂν ἔλεγχος τοῦ κρείττονος. Οἱ μὲν γὰρ σοὶ ἐχθροὶ ἐφ' ἵπποις καὶ ἅρμασι πεποιθότες, συμποδισθέντες πεσοῦνται ὁμοίως τῷ Φαραὼ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάττης καταποντωθέντι· ἡμεῖς δὲ οἱ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ὡπλισμένοι, καὶ σοὶ τῷ τὰς θυσίας ἀναπέμποντι ταῖς εὐχαῖς συναγωνιζόμενοι, ἀναστησόμεθα, καὶ ἀνορθωθησόμεθα, σοῦ τὰς κατὰ τῶν ἐχθρῶν νίκας ἀραμένου. Ἀλλὰ ταῦτα μὲν ἔσται, φασὶ, καὶ νῦν κατὰ τὸν καιρὸν τῆς τοῦ ἀποδοθέντος σωτηρίου ἐπιφανείας. Τότε γὰρ μάλιστα πᾶσαι αἱ ἀντικείμεναι δυνάμεις, καὶ οἱ ἀφανεῖς καὶ ἀόρατοι τοῦ Θεοῦ πολέμιοι, δι' αὐτοῦ τοῦ σωτηρίου τροπούμενοι, πεσοῦνται. Πάντες δὲ οἱ τὸ σωτήριον παραδεξάμενοι, τοῦ πάλαι αὐτῶν πτώματος διαναστήσονται. ∆ιὸ περὶ αὐτοῦ Συμεὼν ἔλεγεν· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· πτῶσιν μὲν δηλαδὴ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν πολεμίων· ἀνάστασιν δὲ τῶν πάλαι πεπτωκότων, δι' αὐτοῦ δὲ ἐγηγερμένων. Καὶ ταῦτα μὲν τότε γενήσεται· νῦν δὲ, Κύριε, σῶζε ἡμῖν τὸν βασιλέα ∆αυῒδ, καὶ ἐν παντὶ τῷ ὄντι καιρῷ, καὶ ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Ἁρμόζει δὲ ταῦτα, ὡς ἄλλος φησὶ, καὶ ἐπὶ Ἐζεκίᾳ. Νοήσεις δὲ ταῦτα καὶ κατὰ τὸν τῆς ἀναγωγῆς νόμον. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Κʹ. Εἰς αἴσιον γὰρ ἀναπέμπεται τὰ λεγόμενα τέλος, καὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ σημαίνει τὸν ὄλεθρον. ∆ιὸ κατὰ μὲν Σύμμαχον, Ἐπινίκιός ἐστιν ᾠδή· κατὰ δὲ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Οἶμαι καὶ ταῦτα λέγεσθαι τὰ προκείμενα ἐκ τῶν καὶ τὰ πρὸ τούτου τῷ ∆αυῒδ ἐπευξαμένων. Μαθὼν γοῦν νῦν ὁ ∆αυῒδ ἀπὸ τῶν πρὸς αὐτὸν γενομένων χρησμῶν τὰ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου σωτηρίου, καὶ τῆς ἐν τῷ σωτηρίῳ δυνάμεως, ἐπὶ τούτοις εὐφρανθήσεται καὶ ἀγαλλιάσεται σφόδρα. Καὶ τούτοις γε θαρσῶν, τῶν τε ἐχθρῶν διὰ τούτων περιγενόμενος, σοὶ τῷ νικοποιῷ Θεῷ τὰ βραβεῖα τῆς νίκης ἀνατίθησι. Χαίρει τε καὶ ὑπερβαλλόντως ἀγάλλεται, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ὑπὸ σοῦ διασωζόμενος· καὶ οὐχ οὕτως ἐπὶ τῆς ἑαυτοῦ σωτηρίᾳ ἀγαλλιᾷ, ὅσον ὅτι παρὰ σοῦ τὸ σωτήριον αὐτοῦ προσγίνεται. Καὶ γὰρ ἐπιθυμήσας τὸ παρὰ σοῦ σωτήριον, καὶ περὶ τούτου τοῖς χείλεσιν ἑαυτοῦ ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς ἱκετηρίαν ἀναπέμψας, οὐκ ἐκπεσεῖται τῆς ἐλπίδος, 23.200 οὐδὲ στερηθήσεται τοῦ αἰτήματος, ἀλλὰ κατ' καὶ εὐχὰς παρέξει τευξόμενος τῆς ἐπιθυμίας. Καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται