50
σφόδρα. Εὐφραίνει γὰρ αὐτὸν, φησὶν, ὁ Θεὸς ἐν χαρᾷ, ἐπειδὰν πρόσωπον πρὸς πρόσωπον τῆς αὐτοῦ δόξης ἐπόπτην αὐτὸν καταστήσηται. ∆ιό φησιν ὁ Σύμμαχος· Χαροποιήσεις αὐτὸν ἐν εὐφροσύνῃ παρὰ τοῦ προσώπου σου. Τῷ γὰρ καιρῷ τοῦ δικαιωτηρίου, ἐπειδὰν τὸ πρόσωπον τοῦ μεγάλου βασιλέως μέσος ἑστὼς ὁ ∆αυῒδ τῶν σωζομένων θεάσοιτο, καὶ τῷ τιμίῳ λίθῳ τὴν κεφαλὴν ἐστεμμένος, δόξῃ τε καὶ μεγαλοπρεπείᾳ κεκοσμημένος, ἐνθέου χαρᾶς καὶ οὐρανίου εὐφροσύνης πληρωθήσεται. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. ∆ιάψαλμα. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. Ὅτι δώσεις αὐτῷ εὐλογίαν. Τὰς προλεχθείσας ἐπαγγελίας θεσπίσας ὁ λόγος τῷ ∆αυῒδ, ἀκολούθως τὴν αἰτίαν διδάσκει δι' ἣν τῶν τοσούτων τεύξεται. Τίς δὲ ἦν ἡ αἰτία ἀλλ' ἐλπὶς ἡ ἐπὶ τὸν Κύριον, δι' ἣν ἐλέου τυχὼν, τῆς παρὰ Θεοῦ τοῦ ὑψίστου ἐλπίδος οὐκ ἀποπεσεῖται, οὐδὲ σαλευθήσεται τῆς ἐῤῥωμένης ταύτης στάσεως; Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς ὁ πῦρ. Λέγεται ταῦτα πρὸς τὸν Θεὸν ὑπὸ τῶν τὴν εὐχὴν ἀναπεμπόντων, οἳ καὶ φασίν· εἰ καὶ τὰ μάλιστα οἱ ἑαυτοὺς ἐχθροὺς σοὶ τῷ Θεῷ καταστήσαντες, τὰς ἀνακειμένας σοι ψυχὰς καὶ τοὺς ἁγίους πάντας τούς σοι προσῳκειωμένους ἐκπολεμοῦντες οὐ παύονται· ἀλλ' οὐ διαφεύξονται τὴν ἄφυκτόν σου χεῖρα καὶ τὴν ἀήττητόν σου δύναμιν. Τέως μὲν γὰρ εἰς ὅσον γυμνάζειν τοὺς σοὺς οἰκείους ὥσπερ ἀθλητὰς ἐπετράπησαν οἱ ἐχθροί σου, ἐπαίρονται· πλὴν πρὸς ὀλίγον ἐπαρθέντας αὐτοὺς οὐκ εἰς μακρὰν ἡ σὴ χεὶρ καταλήψεται, καὶ ἡ σὴ δεξιὰ φεύγοντας θηρεύσει. Τί δὲ ποιήσει καταλαβοῦσα; Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Ἐν τῷ καιρῷ γὰρ τῆς ἐπιλάμψεως τοῦ προσώπου σου, ἐν ᾧ τὴν σαυτοῦ δείξεις βασιλείαν, αὐτοὺς ἑαυτοῖς τὸ τῆς κακίας πῦρ συνάξαντας, τὴν καθ' ἑαυτῶν κόλασιν ἐξάψαι ποιήσεις· ὅπως αὐτοὶ ἑαυτοῖς κλίβανος πυρὸς γένοιντο. Ὁποῖα πάσχουσιν οἱ ἐν ταῖς νόσοις τὸ σῶμα πυρέττοντες· μηδενὸς γὰρ ἔξωθεν ὑποκαίοντος, ἔνδον τὸ πῦρ ἐξ ἑαυτῶν ἐπάγονται. Οὕτως οὖν καὶ τοὺς ἐχθρούς σου καὶ τοὺς μισοῦντάς σε, φησὶ, θήσεις ὡς κλίβανον πυρός. ∆ιὸ λεχθήσεται πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τὸν καρπὸν αὐτὸν ἀπὸ γῆς ἀπολεῖς, καὶ σπέρ 23.201 μα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. ∆ιαδοχαὶ γὰρ γεγόνασι μυρίων ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν· πολλάκις δὲ καὶ πονηρῶν πατέρων υἱοὶ θεοσεβεῖς καὶ θεοφιλεῖς ἀπεφάνθησαν. Σπέρμα δὲ τῶν ἀθέων καὶ καρπὸς τῶν ἀσεβῶν, οἱ λόγοι αὐτῶν καὶ αἱ διδασκαλίαι καὶ τὰ ἄθεα δόγματα, μετὰ τὴν τελευτὴν αὐτῶν ἐν ἀνθρώποις ἀποφανθέντα, τυγχάνει. Ἃ δὴ ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ καὶ ἀφανισμῷ παραδίδωσιν· ἵνα μήτε καρπὸς τῶν ἀσεβῶν μήτε σπέρμα αὐτῶν περιλείπηται. Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὰς, ἃς οὐ μὴ δύνωνται στῆσαι. Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Πάλιν παρατίθησι τὴν αἰτίαν δι' ἣν ταῦτα πείσονται, λέγων· Ὅτι ἔκλιναν εἰς σὲ κακά. Ἀντὶ δὲ τοῦ, Ἔκλιναν, ὁ Σύμμαχος· Ὅτι συνέφραξαν κατὰ σοῦ εἰς κακόν. Εἰ γὰρ καὶ ἀνθρώπους ἐδόκουν πολεμεῖν, ἀλλ' ἐπεὶ μὴ δι' εὔλογον αἰτίαν, μηδὲ διά τινα πρᾶξιν ἄτοπον ἐκείνοις ἐπεβούλευον, διὰ δὲ μόνην τὴν εἰς σὲ εὐσέβειαν· εἰκότως εἴποι ἄν τις αὐτοὺς σοὶ τῷ Θεῷ ἐπιβεβουλευκέναι, καὶ πάσας τὰς μηχανὰς ἃς ἐβουλεύσαντο κατὰ τῶν σῶν ὁσίων κατὰ σοῦ τοῦ Θεοῦ μεμηχανῆσθαι. ∆ιὸ δὴ τὰ