51
προλεχθέντα αὐτοὺς καταλήψεται· οὐδὲ τὰς σὰς διαδράναι δυνήσονται χεῖρας. Οἱ μὲν γὰρ ἐμηχανῶντο καὶ πάντα ἔπραττον ἀθέῳ φρονήματι κατὰ σοῦ τοῦ Θεοῦ βουλευόμενοι· σὺ δὲ αὐτοὺς ἐπιστρόφους ἐποίεις καὶ φυγάδας, ὡς τὰ νῶτα παραχωρεῖν ἐλαυνομένους ὑπὸ τῆς σῆς ὀργῆς. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΗΣ ΑΝΤΙΛΗΨΕΩΣ ΤΗΣ ΕΩΘΙΝΗΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΚΑʹ. Ἡ τοῦ ψαλμοῦ προγραφὴ πᾶσαν τὴν ὑπόθεσιν τῶν ἐν αὐτῷ φερομένων ἐν τῷ καιρῷ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν ἀνατίθησι. ∆ιὸ ἐπιγράφει, Περὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Ὁποῖα δὲ ἦν τὰ τῆς ἑωθινῆς ἀντιλήψεως, αὖθις οἱ εὐαγγελισταὶ παραστήσουσιν· ὁ μὲν Λουκᾶς ὧδε γράφων· Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἐπὶ τὸ μνῆμα ἦλθον γυναῖκες, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ, οἳ καὶ εἶπον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη· μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ· ὁμοίως δὲ καὶ οἱ λοιποὶ εὐαγγελισταὶ εἰρήκασιν. Ὁρᾷς ὅπως τὰ τῆς ἑωθινῆς ἀντιλήψεως κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο; ∆ιὸ τὴν πᾶσαν οἰκονομίαν τοῦ σωτηρίου πάθους τῇ ἀναστάσει αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀνατίθησι, καὶ εἰς αὐτὸ ἐκεῖνο τὸ τέλος τὴν προφητείαν ἀναπέμπει διὰ τῆς λεγούσης προγραφῆς· Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ ∆αυΐδ. Καὶ πῶς γὰρ οὐκ ἔμελλεν ψαλμὸς ἔσεσθαι ἡ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν περιέχουσα προφητεία, καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν σύ 23.204 στασιν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν τῆς τε γενεᾶς καὶ τοῦ τεχθησομένου λαοῦ τὴν πρόγνωσιν; Ἐπὶ τούτοις γὰρ ὡς ἐπὶ μεγάλοις ἀγαθοῖς συγχαῖρον τὸ Πνεῦμα τὸ ἅγιον τὴν ψαλμῳδίαν ποιεῖται. Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Μὴ προκειμένου δὲ ἐν τῷ Ἑβραϊκῷ τοῦ, πρόσχες μοι, ὃ δὴ κατὰ μόνους τοὺς Ἑβδομήκοντα προσέκειτο τῷ πρώτῳ στίχῳ, ἀκριβῶς καὶ ὑπὸ τῆς φωνῆς τοῦ Σωτῆρος ἡμῶν παραλέλειπται. Καὶ θέα τίνα τρόπον ἐν πᾶσι τούτοις οὐδαμοῦ παραπτωμάτων ἐμνημόνευσαν οἱ λοιποὶ ἑρμηνευταί· οὐδὲ γὰρ ἥρμοζε παραπτώματα ἐφαρμόζειν τῷ τοῦ Σωτῆρος ἡμῶν προσώπῳ, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὑπὲρ δὲ τῶν κλαυθμῶν καὶ θρήνων ἄξια πραττόντων ἐν τῷ λαῷ, ὑπὲρ δὲ τοῦ ἀποστόλου αὐτοῦ Ἰούδα, τοῦ ἐξολισθήσαντος καὶ τῆς οἰκείας ἀξίας ἀποπεσόντος, ὀδυρόμενος διετέλει βοῶν· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου. Οἱ γὰρ λόγοι, φησὶ, τῶν ἐμῶν, τῶν ὑπὲρ τοῦ λαοῦ πάντοτε γινομένων, τῆς ἐμῆς σωτηρίας μακρὰν γεγόνασιν, οὐδὲν ὠφεληθέντος τοῦ λαοῦ ἀπὸ τῆς ἐξ ἐμοῦ προξενηθείσης αὐτοῖς σωτηρίας. Ἵνα δὲ μὴ δόξωμεν, τοῖς ἄλλοις ἑρμηνευταῖς ἐνταῦθα κεχρημένοι ἐκ περινοίας, τοὺς ἑτέρως τὸν ψαλμὸν ἡρμηνευκότας ἐλέγχειν, τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα· ταύτῃ γὰρ κἀκεῖνοι τηρήσει προσεσχηκότες, οὐκ ἔφασαν ἁρμόττειν τὸν ψαλμὸν τῷ Κυρίῳ. Ἀκουσάτωσαν τοίνυν Ἰωάννου βοῶντος· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τοῦ δὲ θεσπεσίου Παύλου λέγοντος· Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν· Χριστὸς ἡμᾶς ἠγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλαγος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο