1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

51

ἑαυτὸν κατέχειν τὴν ἔκθεσιν· ἀλλ' ἐν ἐκείνῃ τῇ ἐξετάσει οἱ ἡμέτεροι πατέρες, οὐχὶ τὴν σάρκα, τὸν δὲ τοῦ θεοῦ λόγον, ἐκ μιᾶς ἐν τῷ πατρὶ οὐσίας εἶναι εἰρήκασι. Καὶ τὸν μὲν λόγον ἐκ τῆς τοῦ πατρὸς προεληλυθέναι οὐσίας, τὴν δὲ σάρκα ἐκ τῆς παρθένου τυγχάνειν ὡμολογήκασι. ∆ιὰ τί τοίνυν ἡμῖν τὸ μὲν τῆς ἐν Νικαίᾳ προτείνουσιν ὄνομα, εἰσάγουσι δὲ καινά, καὶ ἅπερ οὐκ ἐνεθυμήθησαν οἱ ἡμέτεροι πρόγονοι; Τοῦ αὐτοῦ κατὰ Ἀπολιναρίου. Μήτε σὺ τοίνυν θέλε κατὰ φύσιν ἴσον τῆς θεότητος εἶναι τὸ σῶμα. Καὶ γὰρ πιστεύσεις, ὡς ἀληθὲς εἴη τὸ σῶμα τοῦ Χριστοῦ, καὶ προσ κομίσεις τῷ θυσιαστηρίῳ πρὸς μεταποίησιν, μὴ διαστίξῃς δὲ τὴν τῆς θεότητος καὶ τοῦ σώματος φύσιν, ἐροῦμεν καὶ σοί, "Ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες, ἡσύχασον." ∆ίελε γὰρ τόγε ὑπάρχον ἡμῶν, καὶ ὅπερ οἰκεῖον τυγχάνει τοῦ λόγου. Οὐκοῦν ἐγὼ μὲν οὐκ εἶχον ὅπερ ὑπῆρχεν αὐτοῦ· ἐκεῖνος δὲ οὐκ εἶχεν ὅπερ ὑπῆρχεν ἐμόν. Καὶ ἔλαβεν ὅπερ ὑπῆρχεν ἐμόν, μεταδώσων τῶν οἰκείων ἡμῖν· καὶ τοῦτο πρὸς ἀναπλήρωσιν οὐ σύγχυσιν ἀνεδέξατο. Τοῦ αὐτοῦ μετ' ὀλίγα. Παυσάσθωσαν τοίνυν οἱ λέγοντες ὡς ἡ τοῦ λόγου φύσις εἰς σαρκὸς μεταβέβληται φύσιν· ἵνα μὴ δόξῃ μεταβληθεῖσα κατὰ τὴν αὐτὴν ἑρμηνείαν γεγενῆσθαι καὶ ἡ τοῦ λόγου φύσις τοῖς τοῦ σώματος παθή μασι σύμμορφος. Ἕτερον γάρ ἐστι τὸ προσλαβόν, καὶ ἕτερόν ἐστι τὸ προσληφθέν. ∆ύναμις ἦλθεν ἐπὶ τὴν παρθένον, ὡς ὁ ἄγγελος πρὸς αὐτὴν λέγει, "Ὅτι δύναμις ὑψίστου ἐπισκιάσει σοι." Ἀλλ' ἐκ τοῦ σώματος ἦν τῆς παρθένου τὸ τεχθέν· καὶ διὰ τοῦτο, θεία μὲν ἡ κατά βασις, ἡ δὲ σύλληψις ἀνθρωπίνη. Οὐκ αὐτὴ οὖν ἠδύνατο τοῦ τε σώμα τος πνεῦμα καὶ τῆς θεότητος φύσις. 166 Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ἐκ τοῦ περὶ εὐχαριστίας λόγου. ∆ιόπερ ἐπιδακρύσας τῷ φίλῳ, αὐτός γε τὴν κοινωνίαν τῆς ἀνθρωπίνης φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ' ἑκάτερα ὑπερβολῶν ἠλευ θέρωσε· μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης τῆς ἐν τῷ σώματι· καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων ἐκ τῆς ὁδοιπορίας ὑπερταθέν των· οὐ τῆς θεότητος τῷ καμάτῳ πιεζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως ἐπακολουθοῦντα συμπτώματα δεχομένου. Τοῦ αὐτοῦ εἰς τὸ κατὰ Εὐνομίου. Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ θεοῦ ὑπάρχειν φημί. Ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν κύριον ἡμῶν γεγενῆσθαι σημαίνει, οὕτως ὁ λέγων ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τοῦ λόγου τοῦ εἰς τὴν νέαν κυριακήν. Ἥξειν πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας, κρίνοντα ζῶντας καὶ νεκρούς. Οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ, οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ θεὸς ἔξω παχύτητος.

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς.

Φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ 167 δὲ οὐ δύο. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος καλεῖ τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτός. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, ἐπεὶ μὴ ταὐτὸν τὸ ὁρατὸν τῷ ἀοράτῳ, καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγει, καὶ γυμνὴν εἶναι τὴν θεό τητα σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας. Ποῦ γὰρ