52
κατάραν, καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας· οὕτω καὶ τοὺς ὑπὲρ ἡμῶν ἐποιήσατο λόγους. Εἰ γὰρ τὴν ὡρισμένην ἡμῖν παιδείαν ὑπῆλθεν ἑκὼν, παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, ᾗ φησὶν ὁ προφήτης· πολλῷ μᾶλλον τοῖς ὑπὲρ ἡμῶν ἀνθ' ἡμῶν ἐχρήσατο λόγοις, καὶ βοᾷ· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Μὴ ἀποβλέψῃς, φησὶν, εἰς. τὰ τῆς φύσεως πλημμελήματα. Ὁ Θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ· καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος, ὁ Σωτὴρ λέγει· Οὕτω δέ μου βοῶντος, οἶδα, ὅτι εἰσακούσῃ· μεθ' ὑποστιγμῆς γὰρ ἀναγνωστέον. Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης· ὅτε τὰ περιεστηκότα ἐστὶ σκυθρωπά. Τῶν πολλῶν ἐν ταῖς περιστάσεσι σκοτιζομένων, ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς Θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγὼ τίνος ἕνεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστι. 23.205 Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Καὶ μὴν ἐν πᾶσι τοῖς ἁγίοις σου ἐνοικεῖς ἀεὶ συνὼν αὐτοῖς, καὶ πάντοτε αὐτῶν εἰσακούων. Ἐν τούτῳ γοῦν καὶ ἔπαινος γίνεσθαι εἴωθας τοῦ Ἰσραὴλ, τουτέστι παντὸς ἁγίου. Εἰ δὲ ἐν πᾶσι τοῖς ἁγίοις κατοικεῖ ὁ Θεὸς, πολλῷ μᾶλλον ἐν τῷ αὐτοῦ Μονογενεῖ, καὶ μειζόνως αὐτοῦ εἰσακούσεται. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν. Ὧδε καίτοι, φησὶν, οἶδα σαφῶς ὡς ἅπαντες ἡμῶν οἱ πατέρες, τῇ σῇ βοηθείᾳ θαῤῥήσαντες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος, καὶ εἰς ἐπικουρίαν σε καλέσαντες, τῆς σῆς προνοίας ἀπέλαυσαν· Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ. Τὸν σκώληκα παντὸς μὲν ζώου εὐτελέστατον εἶναι συμβαίνει, ὑφίστασθαι δὲ ἀπὸ φθορᾶς σωμάτων· ἀφανιστικὸν δὲ εἶναι καὶ φθαρτικὸν οὗ δ' ἂν ἐφάψηται. Μέμνηται δὲ τούτου Ἡσαΐας ὁ προφήτης λέγων· Μὴ φόβου, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινούς, πριστηροειδεῖς· καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τῷ Κυρίῳ. ∆ι' ὧν ἡ προφητεία, σκώληκα ὀνομάσασα, καὶ ὀλιγοστὸν εἰποῦσα διὰ τὸ εὐτελὲς καὶ σμικρὸν τοῦ ζώου, δύναμιν αὐτῷ μεγάλην συνῆψεν· Ἀλοήσεις ὄρη, φήσασα, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις. Καὶ διὰ τῶν προκειμένων τοίνυν λέγων ὁ Σωτήρ· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, τὸ εὐτελὲς καὶ ἀσθενὲς καὶ ἀπόβλητον καὶ ἀπεῤῥιμμένον τοῦ πάθους ἑαυτοῦ παρίστησι, τό τε τῶν ἐναντίων δυνάμεων ἀφανιστικόν. Ἤμελλεν γὰρ, ὑποδὺς τὸν θάνατον, καὶ ἐν αὐτῷ γενόμενος τῷ τῶν νεκρῶν χωρίῳ, σκώληκος δίκην τὰς δυνάμεις τὰς ἀντικειμένας φθορᾷ παραδιδόναι. Καὶ ἄλλως δ' ἂν εἴποις σκώληκα αὐτὸν ὠνομάσθαι, καὶ οὐκ ἄνθρωπον, διὰ τὸ μὴ ὁμοίως ἀνθρώποις ἐκ συνουσίας ἄῤῥενος καὶ θηλείας τὴν τῆς σαρκὸς γένεσιν ἐσχηκέναι. Κατὰ τρίτον δὲ τρόπον, τὸν θάνατον ἑαυτοῦ σημαίνει, καὶ τὸν ἄψυχον νεκρόν· διὸ ἐπιλέγει· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. Ὁ γὰρ νεκρὸς οὐκ ἄνθρωπος. Ἀλλ' εἰ μὲν ἦν πάντη νεκρὸς, ἀπήρκει φάναι· Ἐγὼ δέ εἰμι οὐκ ἄνθρωπος· ἀλλ' ἐπεὶ δυνάμεώς τινος ἀφανιστικῆς τοῦ θανάτου μετεῖχεν, εἰκότως σκώληκα αὑτὸν καὶ οὐκ ἄνθρωπον ὠνόμασεν. Γέγονε δὲ ἀληθῶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πάντων ὄνειδος, τὸν ἐπονείδιστον σταυρὸν ὑπὲρ ἡμῶν ἀναδεδεγμένος. ∆ιὸ καὶ ἑτέρα προφητεία ἐξ αὐτοῦ προσώπου φησίν· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Οἱ μὲν οὖν ἄλλοι ἄνθρωποι ἐπονείδιστον αὐτὸν ἔσχον κατὰ τὸν τοῦ 23.208 πάθους καιρόν. Ἕτερον δὲ τάγμα παρὰ τούτοις ἐξουδένωμα αὐτὸν ἐκτήσαντο. Ποῖον δὲ τοῦτο ἢ ὁ ἐκ περιτομῆς