53
λαός; ∆ιὸ ἐπιλέγει ἑξῆς, καὶ ἐξουδένωμα λαοῦ. ∆ιαπαίζοντες γὰρ αὐτὸν οὗτοι καὶ χλευάζοντες, ἔλεγον· Οὐά, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν. Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν. Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Περὶ τῶν αὐτῶν καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με· ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ Κυρίῳ, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Καὶ ταῦτα ἐπληροῦτο κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους, καθ' ὃν ἱστορεῖ λέγων ὁ Ματθαῖος· Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· σῶσον ἑαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως καὶ οἱ ἀρχιερεῖς παίζοντες μετὰ τῶν Φαρισαίων καὶ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Πέποιθεν ἐπὶ τῷ Θεῷ, ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν· εἶπε γὰρ, ὅτι τοῦ Θεοῦ εἰμι ὁ Υἱός. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σὺ, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Παρίστησιν, ὅτι οὐ κατὰ φύσιν, οὐδὲ ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, οὐδὲ τοῖς λοιποῖς ζώοις παραπλησίως, τοῖς ἐξ ἄῤῥενος καὶ θηλείας, συνιστάμενος, καὶ τὰ τῆς αὐτοῦ γενέσεως συνετελεῖτο· εἶχε δέ τι πλείω παρὰ τὴν κοινὴν φύσιν. Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Οὐκ ἂν ἁμάρτοις τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους ταύρους πίονας, ἀρχιερέας καὶ γραμματεῖς καὶ πρεσβυτέρους, διὰ τούτων δηλοῦσθαι φήσας. Μέμνηται δὲ αὐτῶν ὁ λόγος ἐν ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ λέγων· Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. Ἀλλ' ἐνταῦθα τοὺς μὲν λαοὺς δαμάλεις ὠνόμασε, τοὺς δὲ τῶν λαῶν ἡγουμένους ταύρους. Καὶ ἐν τῷ παρόντι δὲ ψαλμῷ, ἀντὶ τοῦ· Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ὁ Ἀκύλας· ∆αμάλαιοι ταῦροι πίονες οἱ σιτιστοὶ περιέσχον με, φησὶ, καὶ περιεστοιχίσαντό με· κατὰ δὲ τὸν Ἀκύλαν· ∆υνάσται Βασὰν διεδειγματίσαντό με, εἴρηται, τοῦ λόγου αἰνιττομένου τὴν τοῦ Πιλάτου στρατιωτικὴν τάξιν, ἣν Βασὰν ὠνόμασεν, οἳ στέφανον ἐξ ἀκανθῶν πλέξαντες, ἀντὶ διαδήματος ἐπέθηκαν αὐτῷ. Ἠνοίξαντ' ἐπ' αὐτῷ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος, βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ 23.209 αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ἀκύλας δέ· Ὡς λέων, φησὶν, ἁλίσκων καὶ βρυχώμενος· κατὰ δὲ τὸν Σύμμαχον· Ὡς λέων θηρεύων βρυχώμενος. Οἱ γὰρ αἵματος διψῶντες, καὶ τοῖς ἑαυτῶν τέκνοις ἐπισπώμενοι τὸ τοῦ Σωτῆρος αἷμα, βρυχωμένου λέοντος οὐδὲν διέφερον. Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Μετὰ τοὺς Ἰουδαίους τῶν ἐξ ἐθνῶν μνημονεύει στρατιωτῶν. Τούτοις γὰρ ἐκεῖνοι παρέδοσαν. ∆ιὸ καὶ τὴν τάξιν ἡ προφητεία τῶν πραγμάτων ἐφύλαξεν. Εἰκότως δὲ ταύρους μὲν ἐκείνους, κύνας δὲ τούτους ὠνόμασεν· οἱ μὲν γὰρ ὑπὸ τὸν τοῦ νόμου ἦσαν ζυγὸν, εἰ καὶ προφανῶς τὸν νόμον παρέβαινον· οἱ δὲ κατὰ νόμον ἦσαν ἀκάθαρτοι. Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν. Οὐκ ἔστι γὰρ, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἀλλ' ὅμως μετὰ τὸ πάθος οἱ πάλαι· κύνες διὰ τῆς πίστεως εἰς τὴν υἱῶν μεταβεβήκασι τάξιν· οἱ δὲ πάλαι τὴν τῶν υἱῶν ἐσχηκότες κηδεμονίαν, τὴν κυνῶν προσηγορίαν ἐδέξαντο, ἅτε δὴ κυνῶν δίκην κατὰ τοῦ ∆εσπότου λυττήσαντες. Περὶ τούτων ὁ μακάριος Παῦλος βοᾷ· Βλέπε τοὺς κύνας· βλέπετε τοὺς κακοὺς ἐργάτας· βλέπετε τὴν κατατομήν. Ὁ μέντοι προφητικὸς λόγος κύνας προσαγορεύσας ἔφη· Συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου καὶ