54
πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Καὶ τοῦτο δὲ δῆλόν ἐστι καὶ σαφὲς καὶ τοῖς λίαν φιλονεικοῦσιν· ἀκούομεν γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὑτοῦ τοῦ Κυρίου πρὸς τοὺς ἁγίους αὑτοῦ λέγοντος μαθητάς· Βλέπετε τὰς χεῖράς μου, καὶ τοὺς πόδας, ὅτι αὐτὸς ἐγώ εἰμι. Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπέδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης πληγήν· τότε δὲ ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· τουτέστιν, οὕτω διέτειναν προσηλοῦντες, ὥστε ῥᾴδιον εἶναι τῷ βουλομένῳ καὶ τὸν τῶν ὀστῶν ἀριθμὸν διαγνῶναι. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· ἀντὶ τοῦ ἐπιτωθάζοντες καὶ γελῶντες· ∆ιεμέρισαν τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν ἔβαλον κλῆρον· καὶ τοῦτο δὲ σαφέστερον ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. Οἱ φοβούμενοι τὸν Θεὸν, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν· φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. Τοῦ παντὸς Ἰουδαίων ἔθνους εἰς τρία τάγματα διῃρημένου, πρῶτον μὲν εἰς τὸ κοινὸν πλῆθος τοῦ ἔθνους, ὅπερ ἐκαλεῖτο Ἰσραήλ· ἔπειτα εἰς τὸ ἱερατικὸν, ὅπερ ἦν οἶκος Ἀαρὼν, καὶ τρίτον εἰς τὸ τῶν ἱερέων ὑπηρετικὸν, ὅπερ ἦν οἶκος Λευΐ. Τὰ τρία καταριθμησάμενος ἕτερος ψαλμὸς, ἕτερον τάγμα τέταρτον παρὰ τὰ προειρημένα εἰσάγει, τὸ τῶν φοβουμένων τὸν Κύριον. Τοῦτο δὲ ἦν τὸ ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν ἐπιστρεφόντων. Ἔφη γάρ· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον· ὁμοίως δὲ καὶ οἶκος Ἀαρὼν, καὶ οἶκος Λευΐ· ἐπὶ τέλει δὲ οἱ φοβούμενοι τὸν Κύριον. Ἀλλ' ἐν τούτῳ μὲν προετάττοντο τῶν φοβουμένων τὸν Κύριον οἱ ἐκ τοῦ Ἰσραήλ· ἐνταῦθα δὲ μετὰ τὴν ἀνάστασιν τοῦ Σω 23.212 τῆρος προτάττονται τοῦ Ἰσραὴλ οἱ φοβούμενοι τὸν Κύριον. Ἔδει γὰρ, εἰρηκότος αὐτοῦ· ∆ιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· τὸν ὕμνον πρώτοις παραδοθῆναι τοῖς τῆς Ἐκκλησίας αὐτοῦ. Οὗτοι δὲ ἦσαν οἱ ἐξ ἐθνῶν δι' αὐτὸν σεσωσμένοι· οὓς δὴ σημαίνει λέγων· Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν. Σφόδρα ἀκριβῶς τοῖς μὲν ἑαυτοῦ ἀδελφοῖς καὶ μαθηταῖς τὸ ὄνομα διηγεῖσθαι τὸ πατρικὸν, ὡς ἂν κρείττοσι καὶ δυνατωτέροις, ἐπαγγέλλεται· ἐπὶ δὲ τῆς Ἐκκλησίας αὐτοῦ καὶ τοῦ πλήθους τοῦ λαοῦ οὐκέτι τὸ πατρικὸν ὄνομα παραδίδωσιν· οὐ γὰρ ἐχώρουν οὗτοι· ὕμνον δὲ αὐτοὺς διδάσκει· ἔπειτα τῷ σπέρματι Ἰακὼβ προστάττει δοξάζειν αὐτὸν, δεύτερον τάγμα τιθεὶς τὸ Ἰουδαϊκὸν, μετὰ τὸν ἐξ ἐθνῶν λαόν· οὓς καὶ ὀνομάζει οὐκ Ἰακὼβ, ἀλλὰ σπέρμα Ἰακὼβ καὶ Ἰσραὴλ,σφόδρα ἀκριβῶς διὰ τὴν ἐκ τοῦ πατριάρχου γένεσιν. Οὐ γὰρ διὰ τὸν ζῆλον τὸν πατρικὸν, οὐδὲ διὰ τὴν πρὸς τὸν πατέρα ὁμοίωσιν ἄξιοι ἦσαν κεκλῆσθαι Ἰακὼβ, ἀλλὰ τοῦ σπέρματος ἕνεκεν τοῦτον ἐχρημάτιζον τὸν τρόπον· Ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ· οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἐνταῦθα μέν φησι φάγονται· ὑποκαταβὰς δὲ, ἔφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. Ἀλλ' ὅτε μὲν ἔφαγον, πίονες ἐγένοντο· πρὸ δὲ τοῦ φαγεῖν πένητες ὠνομάζοντο· οὓς ἐπαγγέλλεται βρώσει χρήσασθαι τῇ ὑπ' αὐτοῦ χορηγηθησομένῃ. Φάγονται γὰρ, φησὶ, πένητες. Οὗτοι δὲ ἦσαν οὓς καὶ ἐν τοῖς μακαρισμοῖς προτάττει τῶν λοιπῶν φάσκων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἷς καὶ τὰ ἑξῆς ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἐπειδὰν δὲ φάγωσι, φησὶν, οἱ πένητες, καὶ φαγόντες ἐμπλησθῶσιν, ἢ κορεσθῶσιν, κατὰ τὸν Σύμμαχον, τότε αἰνέσουσι Κύριον ἐκζητοῦντες αὐτόν· φαγόντες δὲ τὴν ὑπ' αὐτοῦ δοθεῖσαν αὐτοῖς βρῶσιν, καὶ ζητήσαντες αὐτὸν, μέγαν ἕξουσι καρπὸν τὸν ἑξῆς δηλούμενον· Ζήσονται γὰρ αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ὁ γὰρ ἄρτος ζωῆς, ὁ ὑπ' αὐτοῦ χορηγηθεὶς αὐτοῖς, αἴτιος αὐτοῖς ἔσται