55
ἀθανασίας καὶ ζωῆς αἰωνίου, καθὼς ἐδίδαξεν αὐτὸς εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος ζωῆς ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ διδοὺς ζωὴν τῷ κόσμῳ· καὶ πάλιν· Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. Ὁρᾷς ὅπως συνᾴδει ταῦτα τῷ φάσκοντι ψαλμῷ· Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος; Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν 23.213 ἐθνῶν. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Τοῦ γὰρ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, ἀναμνησθήσονται, ὡς ἄρα ἦν τις αὐτοῖς Κύριος, ὅ γε ἀληθῶς τῶν ὅλων δεσπότης· οἱ γὰρ νενομισμένοι αὐτοῖς ἦσαν Κυρίου· εἰς ἀνάμνησιν δὲ ἐλθόντες τοῦ σφῶν δεσπότου, ἐπ' αὐτὸν καταφεύξονται· καὶ ὃν πάλαι ἀπεστράφησαν, κατά τινα ἐχθρῶν ἐπιβουλὴν, τοῦτον Κύριον αὐτῶν ὄντα ἐπιγνώσονται, καὶ ἐπιστραφήσονται πρὸς αὐτόν. Ἀλλ' ἵνα μή τις νομίσειε ταῦτα λέγεσθαι περὶ τοῦ Ἰουδαίων ἔθνους, ἀκριβῶς ὁ λόγος προστίθησιν, ὡς ἄρα ταῦτα πληρωθήσεται ἐπὶ πάντα τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη· εἶτ' ἐπιστραφέντες τί ποιήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ἀνθ' οὗ Σύμμαχος καὶ Ἀκύλας, πᾶσαι αἱ συγγένειαι τῶν ἐθνῶν, εἰρήκασι σφόδρα ἀκριβῶς. Ποῖον γὰρ ἔθνος οὐχὶ συγγενείας ἔχει ἐπιστραφείσας πρὸς τὸν τῶν ὅλων Θεόν; Ποία δὲ πόλις, ἢ ποία χώρα, ἢ ποῖος οἶκος οὐκ ἔχει τινὰς ἀφωρισμένους καὶ ἐξειλεγμένους τῷ Θεῷ; Πῶς δ' ἔμελλον ἀποτίθεσθαι μὲν τὴν ἑαυτῶν λήθην, ἀνάμνησιν δὲ ποιεῖσθαι τοῦ τῶν ὅλων Θεοῦ αἱ συγγένειαι τῶν ἐθνῶν· πῶς δὲ ἐπιστρέφειν πρὸς αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς, ἐπιλέγει ἑξῆς· Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Οἱ γὰρ πάλαι κρατήσαντες δαίμονες καὶ διάβολος κατελύθησαν, καὶ μόνη ἡ τοῦ ἐπὶ πάντων Θεοῦ βασιλεία ἐπεκράτησε. Τάξει οὖν ὁ λόγος καὶ ἀκολουθίᾳ κέχρηται, πρῶτον φήσας· Μνησθήσονται, εἶτα δεύτερον, ἐπιστραφήσονται, καὶ τρίτον, προσκυνήσουσι. Ταῦτα δὲ πάντα ἔσται, Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἔστι δὲ καθ' ἑκάστην ἀναστάσιμον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν, τὴν καλουμένην κυριακὴν, ὄψει παραλαβεῖν τοὺς τῆς τροφῆς τῆς ἁγίας καὶ τοῦ σώματος τοῦ σωτηρίου μεταλαμβάνοντας, καὶ μετὰ τὸ φαγεῖν προσκυνοῦντας τὸν δοτῆρα καὶ χορηγὸν τῆς ζωοποιοῦ τροφῆς, θαυμάσαι τε τῶν λόγων τὸ ἀποτέλεσμα, καὶ κατ' αὐτὴν τὴν πρόχειρον λέξιν δι' ἔργων πληρούμενον. Ἀντὶ δὲ τοῦ· οἱ πίονες τῆς γῆς, ἡρμήνευσεν ὁ Σύμμαχος, οἱ λιπαροὶ τῆς γῆς. Σημαίνονται δὲ διὰ τούτων οἱ ἐκ τῆς οὐρανίου τροφῆς τὰς ψυχὰς εὐτραφεῖς καὶ ῥωμαλέοι. Ἀλλ' οὗτοι μὲν ἔφαγον καὶ προσεκύνησαν. Ἐπειδὴ δὲ δεῖ αὐτῷ πᾶν γόνυ κάμψαι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, εἰκότως ἑξῆς ἐπισυνάπτει λέγων· Ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· Εἰς πρόσωπον αὐτοῦ κάμψουσι πάντες οἱ καταβαίνοντες εἰς χοῦν, ἐκδέδωκε. Σαφῶς δὲ διὰ τούτων καὶ τὸ σχῆμα τῶν γόνυ κλινόντων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρίσταται, ἐν ᾗ γόνατα κλίναντες, καὶ τὰ μέτωπα εἰς γῆν ἐρείσαντες, τοῦτον προσκυνεῖν εἰώθασι τὸν τρό 23.216 πον. Εἶθ' ἑξῆς εἴρηται· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος συνάψας καὶ εἰπών· Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν ἅπαντες οἱ καταβαίνοντες εἰς κόνιν· οὗ ἡ ψυχὴ ζήσει, σπέρμα δὲ λατρεύσει αὐτῷ. Πάντες γὰρ αὐτοὶ, φησὶν, ὀκλάσαντες, καὶ γόνυ κλίναντες προσκυνήσουσιν· ὧν ἐλπὶς ζήσεσθαι τὴν ψυχὴν, καὶ ὧν τὸ σπέρμα λατρεύσει αὐτῷ. Εἰ δὲ ἐκ προσώπου τοῦ λέγοντος Σωτῆρος βούλοιτό τις ἀκοῦσαι τό· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· καὶ, Τὸ