1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

55

ὑποβαλεῖν, καὶ εἰπεῖν, "Ἐρεύνησον, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει." ∆ιὰ τοῦτο οὔτε ἐξ ἀρχῆς τελείας ἡλικίας 174 τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ' ἠνέσχετο καὶ συλληφθῆναι καὶ τεχθῆναι καὶ γαλακτοτροφηθῆναι, καὶ τοσοῦτον χρόνον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο αὐτὸ πιστώσηται. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ τῶν ἀνθρώπων διοικοῦσιν. Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν. Ἀλλ' οἱ πόδες ἐγένοντο κεφαλή, καὶ εἰς τὸν θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς. Καθάπερ γὰρ ἄνθρωπος φιλότιμός τις καὶ μεγαλό δωρος, ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσί, λαμπρὰν περιβάλλει στολήν, καὶ πρὸς τιμὴν ἄγει τὴν ἀνωτάτω, οὕτω καὶ ὁ θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε. Πάντα ἀπέ βαλεν ὅσα εἶχεν ὁ ἄνθρωπος, τὴν παρρησίαν, τὴν πρὸς θεὸν ὁμιλίαν, τὴν ἐν παραδείσῳ διαγωγήν, τὸν ταλαίπωρον βίον ἀντηλλάξατο, καὶ καθάπερ ἐκ ναυαγίου γυμνός, οὕτως ἐξῆλθεν ἐκεῖθεν. Ἀλλ' ὁ θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χειραγωγῶν εἰς τὸν οὐρανὸν ἀνήγαγεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλ' ὁ θεὸς μείζονα τῆς ζημίας τὴν ἐμπορίαν ἐποιήσατο, καὶ πρὸς τὸν θρόνον τὸν βασιλικὸν τὴν φύσιν ἀνήγαγε τὴν ἡμετέραν. Καὶ Παῦλος βοᾷ λέγων, "Συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὑτοῦ ἐν τοῖς ἐπουρανίοις." Τοῦ αὐτοῦ εἰς τοὺς τὰ πρῶτα πάσχα νηστεύοντας. Ἀνέῳξε τοὺς οὐρανούς, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγεν, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν φύσιν τὴν ἡμετέραν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἀνάληψιν λόγου. Τοῦτο οὖν τὸ διάστημα καὶ τὸ ὕψος τὴν φύσιν τὴν ἡμετέραν ἀνήγαγε. 175 Βλέπε ποῦ κάτω ἔκειτο, καὶ ποῦ ἄνω ἀνέβη. Οὔτε καταβῆναι ἦν κατώτερον οὗ κατέβη ὁ ἄνθρωπος, οὔτε ἀναβῆναι ἀνώτερον οὗ ἀνή γαγεν αὐτὸν πάλιν. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. "Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, φησίν, ἣν προέθετο ἐν αὐτῷ," τουτέστιν, ὃ ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Ὃ δὴ καὶ γέγονεν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Περὶ τούτου φησὶν ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ θεοῦ λόγου. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. "Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ." Καὶ πάλιν ὁ Χριστὸς μέσος καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον καὶ ἡμᾶς· ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου. Τί γὰρ ἐπάγει, "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν;" μονονουχὶ λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ· ἀλλ' ἕτερον ἐν ἑτέρῳ σκηνοῖ· ἐπεὶ οὐδ' ἂν εἴη σκήνωσις. Οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ' ἑνώσεως ἀρρήτου τινὸς καὶ ἀφράστου. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου. Καὶ καθάπερ τις, ἐν μεταιχμίῳ στὰς δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας, ἑκατέρωθεν λαβὼν συνάψειεν, οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν παλαιὰν τῇ καινῇ συνάπτων, τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις. 176 Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀνάληψιν τοῦ Χριστοῦ. Καθάπερ γὰρ δύο τινῶν ἁψιμαχίᾳ διαστάντων, ἕτερός τις ἐν μέσῳ παρεντεθεὶς λύει τὴν τῶν ἐριζόντων μάχην τε καὶ διχόνοιαν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ὠργίζετο ἡμῖν ὡς θεός, ἡμεῖς δὲ τῆς αὐτοῦ κατεφρονοῦμεν ὀργῆς τὸν