56
σπέρμα μου δουλεύσει αὐτῷ· εἴποι ἂν ταῦτα λέγεσθαι ὑπὸ τοῦ Σωτῆρος, τοῦτον πάντα τὸν ψαλμὸν διεξιόντος περὶ πάσης ψυχῆς αὐτῷ ἀνακειμένης, καὶ περὶ τοῦ αὐτοῦ σπέρματος. Σπέρμα δὲ αὐτοῦ τί ἂν εἴποις ἢ τοὺς διὰ γεννήσεως ἁγίου Πνεύματος γεννωμένους αὐτῷ υἱοὺς, οἳ καὶ δουλεύσαντες τῷ αὐτοῦ Πατρὶ τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεθέξουσιν; Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Προονομάσας σπέρμα αὐτοῦ ὁ Σωτὴρ ἐν τῷ· Καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· τί ποτε εἴη τοῦτο τὸ σπέρμα διασαφεῖ, γενεὰν ἐρχομένην ὀνομάζων καὶ λαὸν τεχθησόμενον. Ὥσπερ γὰρ τὰ γεννώμενα, ἀπὸ σπερμάτων τὴν ἀρχὴν τῆς ὑποστάσεως λαμβάνει, τὸν αὐτὸν τρόπον τὸν τεχθησόμενον λαὸν καὶ τὴν ἐλευσομένην γενεὰν, νέαν οὖσαν καὶ καινὴν, οὐδαμόθεν ἕξειν τὴν ἀρχὴν παρίστησιν ἀλλ' ἢ ἐκ τῶν αὐτοῦ λογικῶν σπερμάτων, ὧν ἐπὶ γῆς παρὼν κατεβάλλετο διὰ τῶν ἀποστόλων αὐτοῦ, τὸ πνεῦμα τῆς υἱοθεσίας. Ἀντὶ δὲ τοῦ· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, σφόδρα θαυμαστῶς ὁ Σύμμαχος· Ἀναγραφήσεται ἐν βιβλίῳ τῷ Κυρίῳ. Ἤμελλεν ἀναγγέλλεσθαι ἡ γενεὰ ἡ ἐρχομένη· ἀλλ' ἀνατεθήσεσθαι τῷ Κυρίῳ βίβλος προφητείας περὶ τῆς γενεᾶς τῆς ἐρχομένης, καὶ τοῦ τεχθησομένου λαοῦ. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΚΒʹ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με. Μέση τυγχάνει κατάστασις ἡ τῶν προβάτων τῆς τε τῶν τελείων προκοπῆς καὶ τῶν ἐν βυθῷ κακίας καλινδουμένων, καὶ διὰ τοῦτο ἑρπετοῖς καὶ θηρίοις ἀγρίοις παραβαλλομένων. Ὁ μὲν γὰρ τέλειος γένοιτ' ἂν ὁ κατὰ τὴν εἰκόνα τοῦ Θεοῦ καὶ τὴν ὁμοίωσιν αὐτοῦ τὴν ψυχὴν τοῖς κατ' ἀρετὴν τρόποις κεχαρακτηρισμένοις· ὁ καὶ βασιλέα τὸν Κύριον, ἀλλ' οὐ ποιμένα ἐπιγραφόμενος· ὁ δὲ ἐκπεσὼν ταύτης, ἐξ αὐτοπροαιρέτου δὲ διαστροφῆς ἐπὶ τὴν θηριώδη μεταβεβληκὼς ἕξιν, ἵππος θηλυμανὴς χρηματίσοι ἂν, καὶ λύκος ἁρπακτικός. Ὄφεις δὲ, καὶ γεννήματα ἐχιδνῶν, καὶ χοίρους, καὶ κύνας, καὶ ἀλώπεκας τοὺς τοιούτους εἴωθεν ὀνομάζειν ἡ Γραφή. Οἱ δὲ ἐκ τῆς τοιαύτης καταπτώσεως μεταβάλλοντες ἐπὶ τὴν κρείττονα κατάστασιν, τέως μὲν ὥσπερ ἐν εἰσαγωγαῖς καὶ προθύροις γιγνόμενοι τῆς κατὰ Θεὸν γνώσεως, πρόβατα ἂν εἰκότως κληθεῖεν Θεοῦ· προκόψαντες δὲ ἐπὶ τὸ 23.217 τελειότερον, ἄνθρωποι χρηματίζουσιν. Ὅτε γε μὴν πρόβατα τυγχάνουσιν, ὑπὸ ποιμένι τῷ διὰ Ἰεζεκιὴλ δηλωθέντι ∆αυῒδ, τουτέστι τῷ ἐκ σπέρματος ∆αυῒδ Σωτῆρι ἡμῶν καὶ Χριστῷ, ἀγόμενοι, διδάσκονται λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Οἱ δὲ αὐτοὶ τῆς νοερᾶς καὶ καινῆς τροφῆς καὶ πόας ἀντιλαμβανόμενοι τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐροῦσιν· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Πίνων δὲ τοῦ ὕδατος ὁ εἰσαγόμενος ἐν Χριστῷ, οὔπω δὲ τοῦ οἴνου τοῦ τῆς ἀληθινῆς ἀμπέλου οἷός τε ὢν μεταλαμβάνειν, διὰ τὸ ἔτι πρόβατον εἶναι, τέως δὲ τῷ σωτηρίῳ τρεφόμενος ὕδατι, περὶ οὗ ἐβόα ὁ Σωτὴρ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· καὶ πάλιν· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· καὶ αὖθις· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀλλὰ καὶ πᾶν ἄχθος ἀποθέμενος τῶν παλαιῶν ἁμαρτημάτων διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀναπαύσεως γὰρ ὡς ἀληθῶς ἐκεῖνο τὸ ὕδωρ, δι' οὗ τὸ βαρὺ καὶ ἐπίμοχθον φορτίον τῶν ἁμαρτιῶν τὸ πιεζοῦν τὴν ψυχὴν ἀποῤῥίψας τις, καὶ πάντα