56
φιλάνθρωπον δεσπότην ἀποστρεφόμενοι· καὶ μέσον ἑαυτὸν ἐμβαλὼν ὁ Χριστός, ἑκατέραν φύσιν εἰς φιλίαν συνήγαγε, καὶ τὴν παρὰ τοῦ πατρὸς ἐπικειμένην ἡμῖν αὐτὸς τιμωρίαν ὑπέμεινεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Προσήνεγκε τοίνυν τὰς ἀπαρχὰς τῆς ἡμετέρας φύσεως τῷ πατρί, καὶ τὸ δῶρον αὐτὸς ἐθαύμασεν ὁ πατὴρ διά τε τὴν τοσαύτην ἀξίαν τοῦ προσκομίσαντος καὶ τοῦ προσενεχθέντος τὸ ἄμωμον. Καὶ γὰρ οἰκείαις ἐδέξατο τοῦτο χερσί, καὶ τοῦ θρόνου μέτοχον εἶναι τοῦ οἰκείου πεποίηκε. Καὶ τὸ πλέον, ἐν τῷ τῆς ἑαυτοῦ δεξιᾶς αὐτὸ μέρει καθίδρυσεν. Οὐκοῦν ἐπιγνῶμεν, τίς ἐκεῖνος ὁ ἀκούσας ἐστί, "Κάθου ἐκ δεξιῶν μου·" τίς ἦν ἡ φύσις ἐκείνη πρὸς ἣν εἶπεν, ἔσο τοῦ θρόνου μου κοινωνός; ἐκείνη ἦν ἡ φύσις πρὸς ἣν εἶπεν, "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ." Τοῦ αὐτοῦ μετ' ὀλίγα. Ποίῳ χρήσομαι λόγῳ, ποίοις φθέγξομαι ῥήμασιν, ἀγνοῶ. Ἡ φύσις ἡ σαθρά, ἡ φύσις ἡ εὐτελής, ἡ πάντων ἐλάσσων ἀποδειχθεῖσα, πάντα νενίκηκεν, ὑπερέβαλεν ἅπαντα. Σήμερον ἀνωτέρα γενέσθαι πάντων ἠξίωται, σήμερον ἀπέλαβον ὅπερ ἐπὶ χρόνον πολὺν ἐπεθύμησαν ἄγγελοι, σήμερον ἀρχάγγελοι τῶν ἐπὶ πολὺ ποθουμένων θεαταὶ γενέσθαι δεδύνηνται, καὶ τὴν φύσιν τὴν ἡμῶν ἐν τῷ θρόνῳ τοῦ βασι λέως τῇ δόξῃ τῆς ἀθανασίας ἐκλάμπουσαν κατενόησαν. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου. Ἐν πᾶσιν ἡμῖν ὁ κύριος ὑπογράφει τὸν τῆς εὐσεβείας χαρακτῆρα, καὶ 177 διαφόρως ὑποδείκνυσι τῇ ἡμετέρᾳ φύσει τὰς τῆς σωτηρίας ὁδούς· καὶ πολλὰς ἡμῖν καὶ ἐναργεῖς ἀποδείξεις παρέχει τῆς τε σωματικῆς αὑτοῦ ἐπιφοιτήσεως, καὶ τῆς διὰ σώματος ἐνεργούσης θεότητος. Ἀμφοτέρας γὰρ αὐτοῦ ἐβούλετο πιστώσασθαι τὰς φύσεις. Τοῦ αὐτοῦ εἰς τὰ θεοφάνια. "Τίς ὡς ἀληθῶς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;" Τίς ἂν λόγῳ παραστήσειε τῆς εἰς ἡμᾶς εὐεργεσίας τὸ μέγεθος; Ἀνθρωπεία φύσις θεότητι συνάπτεται, μενού σης ἐφ' ἑαυτῆς ἑκατέρας τῆς φύσεως. Κυρίλλου ἐπισκόπου Ἱεροσολύμων. Ἐκ τοῦ κατηχητικοῦ δʹ λόγου περὶ τῶν δέκα δογμάτων. Περὶ τῆς ἐκ παρθένου γεννήσεως. Πίστευε δέ, ὅτι οὗτος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιοπαθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ ἁγίας παρθένου καὶ ἁγίου πνεύματος, οὐ δοκήσει καὶ φαντασίᾳ τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ· οὐδ' ὥσπερ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἀληθῶς ἐξ αὐτῆς, φαγὼν ὡς ἡμεῖς ἀληθῶς, πιὼν ὡς ἡμεῖς ἀληθῶς, καὶ γαλακτοτροφηθεὶς ἀληθῶς. Εἰ γὰρ φαντασία ἦν ἡ ἐνανθρώπησις, φάντασμα καὶ ἡ σωτηρία. ∆ιπλοῦς ἦν ὁ Χριστός, ἄνθρωπος μὲν τὸ φαινόμενον, θεὸς δὲ τὸ μὴ φαινόμενον· ἐσθίων μὲν ὡς ἄνθρωπος, ἀληθῶς ὡς ἡμεῖς· εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς· τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ὡς θεός· ἀποθνῄσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς· νεκρὸν δὲ τετραήμερον ἐγεί ρων ὡς θεός· καθεύδων εἰς τὸ πλοῖον ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς θεός. Ἀντιόχου ἐπισκόπου Πτολεμαΐδος. Μὴ συγχέῃς τὰς φύσεις, καὶ οὐ ναρκήσεις περὶ τὴν οἰκονομίαν. 178 Τοῦ ἁγίου Ἱλαρίου ἐπισκόπου καὶ ὁμολογητοῦ. Ἐν τῷ περὶ πίστεως θʹ λόγῳ. Οὐκ οἶδεν ὄντως τὴν ἑαυτοῦ ζωήν, ὃς Ἰησοῦν τὸν Χριστὸν ὡς ἀληθῆ θεόν, οὕτως καὶ ἀληθῆ ἄνθρωπον οὐκ ἐπίσταται. Τοῦ γὰρ αὐτοῦ κιν δύνου τὸ πρᾶγμα τυγχάνει, ἐὰν Χριστὸν Ἰησοῦν καὶ πνεῦμα θεὸν ἢ σάρκα τοῦ ἡμετέρου ἀρνησώμεθα σώματος. "Ἅπας τοιγαροῦν, ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὃς δ' ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς." Ταῦτα ὁ λόγος σὰρξ γενόμενος ἔλεγε, καὶ ἄνθρωπος Ἰησοῦς Χριστὸς ὁ κύριος τῆς δόξης ἐδίδασκε, πρὸς τὴν τῆς ἐκκλησίας