57
ῥύπον καὶ σπίλον καὶ κηλίδα σμηξάμενος, δεσμῶν τε ἀνεθεὶς πολυπλόκων, συνῃσθημένος τούτων ἁπάντων ἐρεῖ· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἶθ' ὥσπερ ἐκλείπων πάλαι τὴν ψυχὴν, ἔπειτα διὰ τῆς ἀποδοθείσης χλόης καὶ τοῦ σωτηρίου ὕδατος ἀναλαβὼν ἑαυτὸν, καὶ ὥσπερ ἐκ θανάτου παλινδρομήσας, φήσει· Τὴν ψυχήν μου ἐπέστρεψε. Ταῦτα πάντα ὑπάρξει τῷ διὰ τοῦ δηλωθέντος ∆αυῒδ ὑπὸ τοῦ Κυρίου ποιμαινομένῳ. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ταῦτα, φησὶ, πράττει, ὡς ἂν μὴ βλασφημῆται αὐτοῦ τὸ ὄνομα, τῶν αὐτοῦ προβάτων ἀπολλυμένων, ἢ κακῶς ἀγομένων. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Μακρὰν γὰρ ἡ ἁμαρτία παντὸς συνόντος Θεῷ. Σκιὰν θανάτου τὸν κοινόν φησι θάνατον, καὶ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος λύσιν, πρὸς ἀντιδιαστολὴν τοῦ θανάτου τῆς ψυχῆς, καθ' ὃ εἴρηται· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ, Ἔστιν ἁμαρτία πρὸς θάνατον. Οὐκ ἔστι γὰρ σκιὰ θανάτου· ἀλλ' ἀληθινὸς θάνατος ἡ τῆς ψυχῆς ἀπώλεια τυγχάνει. Ἐπεὶ οὖν μεμαθήκασιν, ὡς ἄρα ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα, μεταβέβηκε δὲ ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, σφόδρα ἀκριβῶς οὐ φασὶ θάνατον ἐπιέναι αὐτοῖς ἀλλ' ἢ ἄρα σκιὰν θανάτου· ταύτῃ δηλοῦντες τοὺς κατὰ ἄνθρωπον κινδύνους καὶ τὸν σωματικὸν θάνατον οὐδὲν ἕτερον ὄντα ἢ χωρισμὸν ψυχῆς ἀπὸ σώματος. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. 23.220 Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον! Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον, ὃ τὴν κεφαλὴν ἐπιάνθησαν, καὶ τὴν κρατύνουσαν, ἀλλ' οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ πρὸς τὸ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τούτοις δὲ, φησὶν, ἐντρυφῶμεν τοῖς ἀγαθοῖς, τῶν δυσμενῶν ἀνιωμένων καὶ τρυχομένων· ὅτι οἱ πάλαι, φησὶ, δουλεύοντες τοσαύτης μεταβολῆς τετυχήκασιν, ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Πεποιθὼς τῷ σῷ ἐλέει, καὶ τῇ σῇ χάριτι, οἶδ' ὅτι οὐκ ἐκπεσοῦμαι τῆς παρὰ σοὶ ἐλπίδος παιδαγωγούμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς μου ὑπὸ τοῦ σοῦ ἐλέους. Τοῦτο γοῦν τὸ σὸν ἔλεος καὶ αὐτή σου ἡ χάρις κατηξίωσέ με οἰκητήριον κτήσασθαι τὸν σὸν οἶκον καὶ τὴν σὴν Ἐκκλησίαν· ἔνθα τὰς διατριβὰς ποιούμενος ὡς ἐν οἴκῳ Θεοῦ, ἱερῷ καὶ ἁγίῳ ναῷ, μακρότητος τῶν παρὰ σοὶ ἡμερῶν καὶ ζωῆς αἰωνίου τεύξομαι. Τὸ γὰρ κατοικεῖν με ἐν τῷ σῷ οἴκῳ, καὶ μηδέποτε αὐτοῦ ἐξίστασθαι μηδὲ ἀπονεύειν, ἀεὶ δὲ εἴσω περιβόλων ἱερῶν τὰς διατριβὰς ποιεῖσθαι, ταῦτά μοι αἴτια γενήσεσθαι πιστεύω μακρότητος ἡμερῶν τῶν ἐκ τοῦ σοῦ φωτὸς ὑφισταμένων. Ἀντὶ δὲ τοῦ, εἰς μακρότητα ἡμερῶν, εἰς μῆκος χρόνου ὁ Σύμμαχος ἡρμήνευσε, τῆς κατὰ τὸν Θεὸν ζωῆς τὸ ἄπειρον καὶ ἀθάνατον σημήνας. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΚΓʹ. Ἐν ἐνίοις ἀντιγράφοις εὗρον· «Τῆς μιᾶς τῶν Σαββάτων.» Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὴ γὰρ Λόγος αὐτῆς, φησὶν, ἐπεστάτει θεῖος, καὶ εἰ μὴ σοφία Θεοῦ τοῦτον αὐτὴν τεθεμελιώκει τὸν τρόπον, πάλαι ἂν φυσικῷ βάρει κάτω που φερομένη κατὰ βυθῶν κεχωρήκει. Ἀλλ' ἦν ἄρα κρείττων αὐτῆς ἡ θαυματουργὸς καὶ παραδοξοποιὸς τοῦ τῶν ὅλων Κυρίου δύναμις, ἢ τὸν τοσοῦτον