1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

57

σωτηρίαν μεσίτης αὐτὸς ὑπάρχων ἐν αὐτῷ τῷ μυστηρίῳ, δι' οὗπερ θεῷ καὶ ἀνθρώποις ἐμεσίτευσεν, εἷς τυγχάνων τὸ συναμφότερον, ἐκ τῶν ἑνωθεισῶν εἰς αὐτὸ τοῦτο δὲ φύσεων ἓν καὶ ταὐτὸν δι' ἑκατέρας φύσεως ὤν, πλὴν οὕτως ὡς ἐν ἑκατέρῳ μηδετέρου χηρεύειν, μή πως παύσηται θεὸς εἶναι τικτόμενος ἄνθρωπος, ἢ πάλιν ἄνθρωπος οὐχὶ τῷ διαμένειν θεός. Οὐκοῦν τοῦτο τῆς ἐν ἀνθρώποις ἀληθοῦς πίστεως τὸ μακάριον, τὸ τὸν μὲν θεὸν καὶ ἄνθρωπον κηρύτ τειν, τὴν δὲ σάρκα καὶ λόγον ὁμολογεῖν, καὶ τὸν μὲν θεὸν εἰδέναι ὅτι καὶ ἄνθρωπος εἴη, καὶ τὴν σάρκα μὴ ἀγνοεῖν ὅτι καὶ λόγος ἐστίν. Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ. Ἐκ παρθένου τοίνυν τεχθεὶς ἄνθρωπος ὁ μονογενὴς θεός, καὶ κατὰ τὴν συμπλήρωσιν τοῦ καιροῦ μέλλων αὐτὸς ἑαυτῷ τὴν τοῦ ἀνθρώπου προκοπὴν εἰς θεὸν ἀπεργάζεσθαι, ταύτην τὴν τάξιν ἐν πᾶσι τοῖς εὐαγγελικοῖς λόγοις ἐφύλαξεν, ἵνα ἑαυτὸν καὶ υἱὸν εἶναι θεοῦ διδάξῃ πιστεύεσθαι, καὶ υἱὸν ἀνθρώπου ὑπομνήσῃ κηρύττεσθαι· τῷ μὲν ἄνθρωπος εἶναι λαλῶν ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν θεοῦ· αὖθις δὲ τῷ θεὸς ὑπάρχειν, λαλῶν τε ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν 179 ἀνθρώπου· οὕτω μέντοι, ὥστε ταύτῃ αὐτῇ τῇ καθ' ἕτερον γένος αὐτῶν ὁμιλίᾳ μηδὲ πώποτε λαλεῖν, εἰ μὴ μετὰ τοῦ σημαίνειν θεόν τε καὶ ἄνθρωπον. Ἐντεῦθεν τοιγαροῦν τοῦ δελεάζειν τοὺς ἁπλουστέρους καὶ τοὺς ἀγνοοῦντας τοῖς αἱρετικοῖς γίνεται πρόφασις, ὥστε τὰ παρ' ἐκείνου κατὰ τὴν ἀνθρωπότητα λαληθέντα ψευδομένους λέγειν ὡς κατ' ἀσθένειαν τῆς θείας εἴρηται φύσεως, καὶ ἐπειδήπερ ὁ εἷς καὶ αὐτός ἐστιν ὁ πάντα λαλῶν ὅσαπερ καὶ ἐλάλει, φιλονεικεῖν αὐτοὺς περὶ ἑαυτοῦ πάντα αὐτὸν εἰρηκέναι. Καὶ οὐδὲ ἡμεῖς ἀρνούμεθα πάντας τοὺς ὄντας αὐτοῦ λόγους τῆς ἰδίας αὐτοῦ φύσεως εἶναι. Ἀλλ' εἴπερ εἷς ὁ Χριστὸς ἄνθρωπος καὶ θεός, καὶ οὔτε ὁ ἄνθρωπος τότε πρῶτον θεός, οὔτε μὴν ὅτε ἄνθρωπος τότε οὐκ ἦν καὶ θεός, οὐδὲ μετὰ τὸν ἄνθρωπον ἐν τῷ κυρίῳ οὐχὶ ὁ λόγος ἄνθρωπος καὶ ὁ λόγος θεός, ἐπάναγκές ἐστιν ἓν καὶ τὸ αὐτὸ εἶναι μυστήριον τῶν αὐτοῦ λόγων, ὃ καὶ τοῦ τόκου καθέστηκε. Καὶ ὅταν ἐν αὐτῷ κατὰ καιρὸν τὸν ἄνθρωπον ἀπὸ τοῦ θεοῦ διαιρῇς, τότε τά τε τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου διαχώριζε ῥήματα. Καὶ ὁπηνίκα θεὸν καὶ ἄνθρωπον ὁμολογεῖς, ἐν καιρῷ τὰ τοῦ θεοῦ καὶ ἀνθρώπου διάκρινε ῥήματα. Ὅταν δὲ ἐκ θεοῦ καὶ ἀνθρώπου, καὶ πάλιν ἀνθρώπου καθόλου καὶ καθόλου θεοῦ τὸν καιρὸν ἐννόει, εἴ τι τοιοῦτο λελάληται πρὸς τὸ μηνύεσθαι τὸ κατ' ἐκεῖνο καιροῦ, ἐν τῷ καιρῷ τὰ λεχθέντα προσάρμοσον. Καὶ ἐπειδήπερ ἄλλο ἐστὶ πρὸ τοῦ ἀνθρώπου θεός, ἄλλο δὲ πάλιν ἄνθρωπος καὶ θεός, καὶ ἄλλο μετὰ τὸν ἄνθρωπον καὶ θεόν, ὅλος ἄνθρωπος καὶ ὅλος θεός, μὴ συγχέῃς τοῖς λεγομένοις καὶ τοῖς γεγονόσι τὸ τῆς οἰκονομίας μυστήριον. Ἀνάγκη γὰρ κατὰ τὴν ποιότητα τῶν γενῶν καὶ τῶν φύσεων, ἄλλην μὲν αὐτῶν γεγενῆσθαι τὴν ὁμιλίαν, μηδέπω κατὰ τὸ τοῦ ἀνθρώπου τεχθέντος μυστήριον, ἄλλην δὲ ἔτι προσελαύνοντος τῷ θανάτῳ, καὶ ἄλλην ἤδη τυγχάνοντος αἰωνίου. ∆είξας τοίνυν ἅπαντα, ταῦτα μέν, ὡς Χριστὸς Ἰησοῦς καὶ τεχθεὶς ἄνθρωπος σώματος ἡμετέρου, κατὰ τὴν συνή θειαν τῆς ἡμετέρας ἐλάλησε φύσεως, τῷ εἶναι θεός. Εἰ γὰρ καὶ ἐν τῷ τόκῳ καὶ ἐν τῷ πάθει καὶ τῷ θανάτῳ τὰς τῆς ἡμετέρας φύσεως πρά ξεις διήνυσεν, ὅμως ἅπαντα ταῦτα τῇ δυνάμει τῆς ἑαυτοῦ διεπράξατο φύσεως. 180 Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ. Ὁρᾷς ἄρα οὕτω θεὸν καὶ ἄνθρωπον ὁμολογεῖσθαι, ὥστε τὸν μὲν θάνα τον τῷ ἀνθρώπῳ, τῷ δὲ θεῷ τῆς σαρκὸς λογίζεσθαι τὴν ἀνάστασιν; Τὴν μὲν γὰρ τοῦ θεοῦ φύσιν ἐν τῇ δυνάμει τῆς ἀναστάσεως νόει, τὴν δὲ κατὰ ἄνθρωπον οἰκονομίαν ἐν τῷ θανάτῳ ἐπιγνώσῃ. Καὶ ἐπειδήπερ ἑκάτερα ταῖς οἰκείαις γεγένηται φύσεσιν, ἕνα μοι Χριστὸν Ἰησοῦν ἐκεῖνον μνημόνευε, τὸν ὄντα ἀμφότερα. Ταῦτα δὲ τούτου χάριν διὰ βραχέων ὑπέδειξα, ἵνα ἑκατέραν φύσιν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ νοεῖσθαι μνημονεύωμεν· ὁ γὰρ ὢν ἐν μορφῇ θεοῦ ἔλαβε δούλου μορφήν. Τοῦ