58
ὄγκον καὶ τὸ τοσοῦτον τῆς γῆς πλήρωμα, ὅλην τε τὴν οἰκουμένην καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνω φέρεσθαι μετέωρον ὑπὲρ τὰ νῶτα τῶν ὑδάτων βεβούληται. ∆ιὸ, αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, εἴρηται. Οὐ γὰρ αὐτὴ ἑαυτὴν ἡ βαρεῖα καὶ ἄψυχος γῆ ἐπὶ τῶν βυθῶν ἐστήριξεν, ἀλλ' ὁ πάντων δημιουργὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ὃς τὸ στερέμνιον καὶ βαρὺ τῆς γῆς στοιχεῖον θεϊκῇ δημιουργίᾳ ὑπὲρ νώτων ὀχεῖσθαι θαλάσσης καὶ ὑπεράνω τῆς ὑγρᾶς φύσεως ἑστάναι βουληθεὶς, καὶ τοῦτον αὐτὴν θεμελιώσας τὸν τρόπον. Καὶ καθ' ἕτερον δὲ λογισμὸν παρίστησι τὸ μὴ αὐτόματον ὑποστῆναι τὴν γῆν, μηδὲ ὡς ἔτυχεν, εἰκῆ καὶ ἀλόγως, τὸ 23.221 τοιοῦτον αὐτῇ περιβεβλῆσθαι σχῆμα· διὸ ἐπιλέγει· Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὲν γὰρ ὅλη δι' ὅλου λεία καὶ ὁμαλὴ κατὰ τὴν σφαῖραν τῶν Ἑλλήνων ὑπῆρχεν, οὐκ ἄν ποτε τῆς τῶν ποταμῶν συστάσεως δεκτικὴ ἐγεγόνει· οὐδ' ἂν εἰς γεωργίαν ἐπιτηδεία, ἐκρεόντων ἁπανταχόθεν τῶν εἰς αὐτὴν φερομένων ὄμβρων· ὡς αὖ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ πλὰξ ἦν μία ἡπλωμένη καὶ ἀνειμένη εἰς πεδιάδας χώρας, οὐδ' οὕτως συνέστησαν ἐν αὐτῇ ποταμοί· οἵ τ' ἐξ ἀεννάων πηγῶν φερόμενοι, οἵ τε ἐκ τῶν χειμερινῶν ὄμβρων συνιστάμενοι· πάλαι δ' ἂν ἐπικλύσαντες πᾶσαν, οὔτε σπέρμασιν, οὔτε φυτοῖς, οὔτε γεωργίαις ἐπιτηδείαν αὐτὴν παρεῖχον· ἀλλ' οὐδὲ αὐτοῖς τοῖς οἰκήτορσιν γεγόνει ἂν χρήσιμος, πάντων ἐπικλυζομένων καὶ κατασυρομένων ὑπὸ τῆς τῶν ὑδάτων πλημμύρας. Ταῦτα μὲν οὖν ἦν, εἰ μὴ λόγος τις δημιουργικὸς καὶ Θεοῦ σοφία τεχνικῶς αὐτῇ τοιόνδε σχῆμα περιβεβλήκει· νυνὶ δὲ οὕτως κατεσκευάσθη, ὡς εἰς ὄρη καὶ νάπας, βουνούς τε καὶ φάραγγας ἐσχηματίσθαι· ὡς καὶ ποταμοὺς τὰς ἑαυτῶν διεξόδους ἀκωλύτως ποιεῖσθαι· ὄρη τε καὶ ἄλση καὶ φυτὰ ζώοις ἀπονέμεσθαι· χώρας τε καὶ πεδιάδας εἰς οἰκήσεις καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι. Τίς τοίνυν οὐκ ἂν ὁμολογήσειεν ἀληθῶς σοφῆς εἶναι προμηθείας ταῦτα; ἣ, προλαβοῦσα τὸ μέλλον πρὸ τοῦ πληρώματος τῆς γῆς, καὶ πρὸ τοῦ συστῆναι τὰ ἐν αὐτῇ, τοιάνδε αὐτὴν ἐσχημάτισε, καταλλήλῳ διαπλάττουσα τύπῳ, ὡς ἂν τοῖς πᾶσι γένοιτο ἐπιτηδεία. Μυστικώτερον δὲ τοῦ Κυρίου γέγονεν ἡ γῆ. Τὶς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον λεκτέον, ἐφ' ὃ ἀναβαίνει ὁ διὰ προκοπῆς ἐπὶ τὴν ἀκρώρειαν αὐτοῦ φθάσαι γλιχόμενος. Σπάνιος δὲ ὁ τοιοῦτος· διὸ εἴρηται· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. ∆ιάψαλμα. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἴσως δὲ διὰ τῆς πεύσεως καὶ ἀποκρίσεως διδάσκουσι πάντας ἀνθρώπους τὴν δεσποτείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· εἴ γε τίς δ' οἴῃ ταύτας μὴ ἀγνοεῖν. Τινὲς δὲ τὴν δευτέραν πεῦσιν καὶ ἀπόκρισιν, οὐ ταῖς ἔτι ἀνωτέρω δυνάμεσιν εἰρῆσθαι φασὶν, ἀλλὰ ταῖς αὐταῖς. Τό τε διάψαλμα πρὸ τοῦ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, κείμενον, τῆς μελῳδίας ἔοικε μεταβολὴν πεποιῆσθαι· ἐπεὶ καὶ τῆς διανοίας αὐτῆς. Ἐν δὲ τῷ λέγειν εἰσελεύσεσθαι αὐτὸν, λεληθότως καὶ ἔξοδον αὐτοῦ ᾐνίξατο. Εἶτ' ἐπεὶ μὴ μόνος ἤμελλεν εἰσιέναι εἰς τὴν αὐτοῦ βασιλείαν, πάσας ἀναπετασθῆναι τὰς πύλας ὁ λόγος παρακελεύεται διὰ τοὺς 23.224 μέλλοντας κληρονομεῖν τὴν βασιλείαν τῶν οὐρανῶν σὺν τῷ Υἱῷ τοῦ Θεοῦ. Πολλὰς γὰρ ἀνέῳξε καὶ διαφόρους πύλας τῆς εἰς τοὺς οὐρανοὺς εἰσόδου· ἐπεὶ καὶ πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὅρα δὲ εἰ μὴ ἐν τούτοις λυθείη ἂν τὸ ζητούμενον ἐν τῷ φάσκοντι ψαλμῷ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος