59
ἐν φωνῇ σάλπιγγος. Ἐνταῦθα γὰρ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν ἀλαλαγμὸν καὶ τὴν φωνὴν τῆς σάλπιγγος ἀποδίδωσιν. Ἐν γὰρ τῇ εἰς οὐρανοὺς ἀναβάσει τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοὺς διακονησαμένους αὐτῷ ἀγγέλους τὴν εἰς ἀνθρώπους οἰκονομίαν προτρέχειν αὐτῷ εἰκὸς, καὶ τὰς οὐρανίους πύλας αὐτῷ παρασκευάζειν, φωνάς τε ἀφιέναι καὶ βοὰς ἀγγελικὰς, τὰς ἐν τῷ ψαλμῷ φερομένας· ἃς δὴ ἀλαλαγμὸν καὶ φωνὴν σάλπιγγος ὠνόμασε φήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. ΤΩ ∆ΑΥΙ∆ Κ∆ʹ. Ἐπεὶ μήτε ψαλμὸς ἐπιγέγραπται, μήτε ᾠδὴ, μήτε τι τῶν παραπλησίων, ἀλλ' οὐδ' εἰς τὸ τέλος ἀναπέμπεται τὰ προκείμενα· λόγοι δέ εἰσιν ἐν ἁγίῳ Πνεύματι τῷ ∆αυῒδ συγγεγραμμένοι· διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τοῦ ∆αυῒδ προγέγραπται· εἰκότως φήσομεν διδασκαλίαν περιέχειν τῆς πρὸς τὸν Θεὸν ἐξομολογήσεως, ᾗ πρῶτος μὲν αὐτὸς ὁ ∆αυῒδ ἐχρήσατο, ἔπειτα δὲ καὶ ἡμῖν παραδέδωκε, παιδεύων ὅπως χρὴ νοσήσαντα τὴν ἑαυτῶν θεραπεύειν ψυχὴν δι' ἐξομολογήσεως. Πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου· ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ κατασχυνθείην· μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσι. Ταῦτά φησιν, ὡσανεὶ ἐπάρας εἰς ὕψος μεταθείς τε καὶ μετεωρίσας τῶν τῇδε πραγμάτων τὴν ἑαυτοῦ ψυχήν· ἄνω τε πλησίον αὐτὴν τοῦ Θεοῦ τῇ διαθέσει καταστήσας δι' ἀποστροφῆς μὲν τῶν θνητῶν καὶ ἀνθρωπίνων, ἐπιστροφῆς δὲ γνησίας τῆς πρὸς αὐτόν. Ἔπειτά φησι· Τοῦτο πεποίηκα, οὐκ ἐμαυτῷ θαῤῥῶν, ἀλλ' ἐπὶ σοὶ τῷ Θεῷ μου πεποιθὼς, πολλῇ παῤῥησίᾳ χρώμενος. Ὁ πάντων μὲν τῶν αἰσθητῶν καὶ ὁρωμένων καταφρονήσας, ἐπὶ δὲ τὸν ἀσώματον καὶ ἀόρατον Θεὸν τὴν ἑαυτοῦ ψυχὴν ἐπάρας, ὡς ἂν ἴδιον ἑαυτοῦ κτῆμα γενόμενον τὸν Θεὸν ἐπικαλεῖσθαι θαῤῥεῖ· διὸ λέγει· Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα. Καὶ τὰ παρ' ἐμοῦ μὲν, φησὶ, ταῦτα. Λοιπὸν δὲ εὐχῆς μοι δεῖ, καὶ τῆς παρὰ σοῦ τοῦ Θεοῦ συνεργείας, πρὸς τὸ μὴ ἐκπεσεῖν τοῦ σκοποῦ, μηδ' ὥσπερ ἀφ' ὑψηλῆς ἀκρωρείας πεσόντα ἀποῤῥαγῆναι. ∆ιὸ δέομαι καὶ ἱκετεύω μὴ καταισχυνθῆναι, μηδὲ καταγελασθῆναι ὑπὸ τῶν ἐχθρῶν μου· ταῦτα δέ μοι ἔσται ἐκ τῆς σῆς τοῦ Θεοῦ μου βοηθείας. Τὰ μὲν γὰρ πρῶτα ἐξ ἐμῆς ἦν προαιρέσεως, τὸ ἄγειν καὶ φέρειν τὴν ἐμαυτοῦ ψυχὴν ὅπη καὶ βούλομαι· τὰ δὲ δεύτερα τῆς σῆς ἀντιλήψεως καὶ συνεργείας δεῖται. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Μόνον ὑπομένειν τῇ προθέσει, μηδὲ μεταβάλλειν, καὶ μεθίστασθαι τῆς πίστεως. Οἱ γὰρ εὐρίπιστοι καὶ παντὶ ἀνέμῳ περιφερόμενοι πάθοιεν ἄν ποτε τὰ τῆς αἰσχύ 23.225 νης· οὐ μὴν καὶ οἱ λέγειν μεμαθηκότες· Ὑπομένων ὑπέμεινα τὸν Κύριον. Ἀντὶ δὲ τοῦ, ἀνομοῦντες, οἱ λοιποὶ καὶ ἡ πέμπτη ἔκδοσις, οἱ ἀποστατοῦντες ἡρμηνεύκασιν· σαφῶς τοὺς παραβάτας, καὶ μὴ τῷ προτέρῳ ἑαυτῶν σκοπῷ ἐμμένοντας καταισχυνθήσεσθαι ἀποφηνάμενοι. Τῆς γὰρ ἀποστασίας ἑαυτῶν καρπὸν ὑπόκενον εὑρόντες, ὡς ἂν διακενῆς ἀποστατήσαντες τοῦ Θεοῦ, καταισχυνθήσονται. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Εἰσὶ δὲ ὁδοὶ τοῦ Κυρίου αἱ τῆς προνοίας αὐτοῦ διοικήσεις, καθ' ἃς τὰ σύμπαντα διακυβερνᾷ· περὶ ὧν ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὕτω δὲ καὶ τρίβοι αὐτοῦ εἶεν αἱ κατὰ μέρος διοικήσεις τῶν ὅλων, καθ' ἃς ὥσπερ ἐπιπορευόμενος τά τε κατ' οὐρανὸν καὶ τὰ ἐπὶ γῆς τῇ προνοητικῇ δυνάμει, τρίβους ἑαυτοῦ καὶ πορείας τοῖς νοεῖν δυναμένοις δείκνυσι· διὸ κατὰ τὸν Σύμμαχον, εἴρηται, καὶ τὰς πορείας σου δίδαξόν με. Ταῦτα δέ με διδάσκων, ἐπίστησόν με τῇ ἀληθείᾳ σου, πρὸς τὸ μὴ