60
σφάλλεσθαι ψευδοδοξοῦντα, καὶ ἕτερα ἀνθ' ἑτέρων ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ δοξάζειν, ὁποῖα πεπόνθασιν οἱ σοῦ τοῦ Θεοῦ μὴ τυχόντες διδασκάλου, λογισμοῖς δὲ θνητοῖς καὶ ἀνθρωπίνοις καταστοχασάμενοι τῶν πραγμάτων, καὶ μακρὰν τῆς ἀληθείας ἐξακοντισθέντες. ∆ιδαχθεὶς δὲ παρὰ σοῦ, ὅτι μὴ μόνον κτίστης καὶ δημιουργὸς καὶ Θεός μου τυγχάνεις, ἀλλὰ καὶ Σωτήρ μου, εἰκότως σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν, τουτέστι πᾶσαν τὴν ζωήν μου, μεμαθηκὼς, ὅτι πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Οὐχ ἡγοῦμαι ταῦτα τῷ ∆αυῒδ τοσοῦτον ἁρμόζειν, ὅσον τοῖς ἐξομολογεῖσθαι ἐπὶ τοῖς πρότερον ἁμαρτήμασιν ἑαυτῶν διδασκομένοις. Οὐ γὰρ εὑρίσκομεν τὸν ∆αυῒδ ἐν τῇ νεότητι αὐτοῦ ἡμαρτηκότα, οὐδ' ἐν τῇ παιδικῇ ἡλικίᾳ· ἀλλ' οὐδ' ἐν ἀγνοίᾳ γεγενημένον. Μήποτ' οὖν ἡ διδασκαλία ὡς παρὰ ἰατροῦ τοῖς νενοσηκόσι, καὶ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ ἐντὸς γενομένοις Θεοῦ γνώσεως, νεωτερικοῖς ἁμαρτήμασιν ἐγκαλινδηθεῖσιν, δίκην φαρμάκου παραδέδοται; ὡς ἂν μαθόντες ἐξομολογοῖντο τὰ ἐν ἀγνοίᾳ αὐτοῖς πεπλημμελημένα, ἀνακαλύπτοντες τῷ Θεῷ, καὶ ὥσπερ παλαιὰ τραύματα τῆς ἑαυτῶν ψυχῆς ἀπογυμνοῦντες αὐτῷ, δεόμενοί τε ἰάσεως καὶ θεραπείας τυχεῖν διὰ τοῦ ἐλέους αὐτοῦ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς τὰς ὁδοὺς αὐτοῦ. Χρη 23.228 στός ἐστιν καὶ εὐθὲς, φησὶν, ὁ Κύριος, εὖ διατιθέμενος τὰ πάντα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀγαπῶν, τά τε σκολιὰ εἰς εὐθεῖαν ἄγων. ∆ιὰ τοῦτο οὐκ ἀποστρέφεται, οὐδὲ παρορᾷ καταλιμπάνων αὐτοὺς φθείρεσθαι ταῖς ἑαυτῶν ἁμαρτίαις· ἀλλ' οἷα φιλάνθρωπος καὶ ἀγαθὸς Σωτὴρ νοσούντων μᾶλλον ἢ ὑγιαινόντων τὴν φροντίδα ποιεῖται· καὶ τούτοις νομοθετεῖ, μετανοίας ὁδοὺς ὑποδεικνὺς αὐτοῖς, καὶ νόμους τοὺς ἁρμόζοντας αὐτοῖς πρὸς σωτηρίαν παρατιθέμενος. Ἔστι γάρ τις καὶ ὁδὸς τοῖς ἁμαρτάνουσιν ἐπιδεδειγμένη σωτηρίας, ἡ τῆς ἐπιστροφῆς καὶ μετανοίας καὶ ἐξομολογήσεως, ὡς ἑτέρα οὖσα παρὰ τὴν τοῖς τελείοις δεδομένην. Νομοθετῶν γὰρ ὁ Θεὸς, ἄλλην μὲν ἁμαρτάνουσιν ὁδὸν δείκνυσιν, ἑτέραν δὲ τοῖς ἐπιστρέφουσιν ἐξ ἁμαρτίας, καὶ ἄλλην πάλιν τοῖς ἐν ἀρετῇ προκόπτουσι, καὶ ἑτέραν τοῖς τελειοτέροις. ∆ιὸ τοῖς μὲν ἁμαρτάνουσιν ὑποδείκνυσιν ὁδόν· τοὺς δὲ πραεῖς ὁδηγήσει ἐν κρίσει κεκριμένως, καὶ αὐτῶν πρόνοιαν ποιούμενος ὡς βελτιόνων· διὸ καὶ μακαρισμῶν αὐτοὺς ἀξιοῖ, κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τούτους δὲ καὶ διδάσκει ὁδοὺς αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ὁδοὺς αὐτοῦ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ὁδὸν ἑαυτοῦ, ἔφησεν. Ταύτην γὰρ αὐτὸς ὁ Σωτὴρ ὥδευσε τὴν ὁδὸν κατὰ τὸ λελεγμένον· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Κατὰ ταύτην οὖν ἄγων αὐτοὺς, ὁδηγὸς αὐτῶν καὶ χειραγωγὸς γίνεται· διόπερ ὡς σοφὸς νομοθέτης, ἄλλην μὲν ὁδὸν ἐπιδείκνυσι τοῖς ἁμαρτάνουσιν, ἑτέραν δὲ τοῖς πράοις. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν ∆ιαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Πολλαὶ μὲν, φησὶν, αἱ ὁδοὶ τοῦ Κυρίου, πλὴν ἀλλ' ἐν πάσαις τὸ ἔλεος αὐτοῦ προτρέχει· τῷ τε ἐλέει συμπαρορμᾷ ἡ ἀλήθεια· ἐλεεῖ γὰρ τὰ ὄντα καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύασε. Καθ' ἑκάστην τοίνυν ὁδὸν τῆς τοῦ Θεοῦ διοικήσεώς τε καὶ προνοίας τὸ ἔλεος αὐτοῦ προτρέχει, ἕπεται δὲ τῷ ἐλέῳ ἡ ἀλήθεια. Τοῖς δ' ἐκζητοῦσιν, ἀσχολουμένοις, ὁ εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν, τὴν περὶ τῶν ζητουμένων ἀλήθειαν παραδίδωσιν. ∆ιαθήκη δὲ αὐτοῦ γενικῶς καὶ καθ' ὅλου ὠνόμασται πᾶσα ἡ ἀνθρώποις παραδοθεῖσα θεόπνευστος Γραφή. Μαρτύρια δὲ αὐτοῦ τυγχάνει ἤτοι τὰ προφητικῶς περὶ αὐτοῦ ἐν τῇ θείᾳ Γραφῇ μεμαρτυρημένα, ἢ τὰ κατὰ διαμαρτυρίαν ὑπ' αὐτοῦ τοῖς τὰ θεῖα παιδευομένοις