1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

60

ἀπροσδεές, ἡ πεῖνα ἐκωλύετο· οὐκ ἀντιθείσης δὲ τῇ ἐνδείᾳ τὸ ἀπροσδεές, ἡ πεῖνα ἐγένετο πρὸς τὴν τοῦ διαβόλου κατά λυσιν. Εἰ δὲ τῶν σωμάτων ἡ μίξις οὐκ ἠλλάγη πόσῳ μᾶλλον ἡ τῆς θεότητος; 185 Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ ταῦτά φησιν. Εἰ ἡ πρὸς σίδηρον ἀνάκρασις, πῦρ ἀποδεικνῦσα τὸν σίδηρον ὡς καὶ τὰ πυρὸς ἐργάζεσθαι, οὐ μετέβαλε τὴν φύσιν αὐτοῦ, οὐδὲ ἡ τοῦ θεοῦ πρὸς τὸ σῶμα ἕνωσις μεταβολὴ σώματός ἐστιν, καίτοι τοῦ σώματος τὰς θείας ἐνεργείας παρεχομένου τοῖς ἐφάψασθαι δυναμένοις. Τούτοις εὐθὺς ἐπισυνάπτει. Εἰ ἄνθρωπος καὶ ψυχὴν ἔχει καὶ σῶμα, καὶ μένει ταῦτα ἐν ἑνότητι ὄντα, πολλῷ μᾶλλον ὁ Χριστὸς θεότητα ἔχων μετὰ σώματος ἔχει ἑκάτερα διαμένοντα καὶ μὴ συγχεόμενα. Καὶ μετ' ὀλίγα πάλιν. Μετέχει μὲν γὰρ ἡ ἀνθρωπίνη τῆς θείας ἐνεργείας καθ' ὅσον ἐφικνεῖ ται· ἑτέρα δέ ἐστιν ὡς ἐλαχίστη μεγίστης. Καὶ δοῦλος μὲν ἄνθρωπος τοῦ θεοῦ, ὁ δὲ θεὸς οὐ δοῦλος τοῦ ἀνθρώπου οὐδὲ ἑαυτοῦ. Καὶ ὁ μὲν ποίημα τοῦ θεοῦ, ὁ δὲ οὔτε τοῦ ἀνθρώπου ποίημα οὔτε ἑαυτοῦ. Καὶ μετ' ὀλίγα. Εἰ κατὰ θεότητα ἐπὶ Χριστοῦ λαμβάνει τις τό, "Ἃ βλέπει τὸν πατέρα ποιοῦντα καὶ αὐτὸς ποιεῖ," καὶ μὴ κατὰ σάρκα, καθ' ἣν ἰδιάζει ὁ σαρκωθεὶς παρὰ τὸν μὴ σαρκωθέντα πατέρα, διαιρεῖ δύο θείας ἐνεργείας· οὐ διαιρεῖται δέ, οὐκ ἄρα εἰς θεότητα λέγεται. Εἶτ' αὖθις καὶ ταῦτα τέθεικεν. Ὥσπερ ὁ ἄνθρωπος οὐκ ἄλογος προσκειμένου τοῦ λογικοῦ τῷ ἀλόγῳ, οὕτως οὐδὲ ὁ σωτὴρ κτίσμα προσκειμένου τῷ ἀκτίστῳ θεῷ τοῦ κτιστοῦ σώματος. Τούτοις καὶ ταῦτα ἐπισυνάπτει Τὸ ἀόρατον καὶ συντεθὲν πρὸς σῶμα ὁρατὸν καὶ διὰ τούτου θεωρηθὲν μένει καὶ ἀόρατον· μένει δὲ καὶ ἀσύνθετον, καθὸ οὐ συμπεριορίζεται τῷ σώματι. Καὶ τὸ σῶμα μένον ἐπὶ τοῦ ἰδίου μέτρου προσλαμβάνει τὴν πρὸς θεὸν ἕνωσιν κατὰ τὸ ζωοποιεῖσθαι, οὔτε τὸ ζωοποιούμενον ζωοποιεῖ. Καὶ μετ' ὀλίγα πάλιν οὕτως εἴρηκεν. Εἰ μηδὲ ἡ ψυχῆς πρὸς σῶμα κρᾶσις, καίτοι ἐξ ἀρχῆς κατὰ συμφυΐαν οὖσα, ὁρατὴν αὐτὴν διὰ τὸ σῶμα ποιεῖ, μηδὲ εἰς τὰ ἄλλα τοῦ σώματος 186 ἰδιώματα μεταβάλλει, ὥστε καὶ τέμνεσθαι καὶ ἐλαττοῦσθαι, πόσῳ μᾶλλον ὁ μὴ φύσει σώματι συμφυὴς θεὸς ἀμεταβλήτως ἑνοῦται πρὸς σῶμα; Καὶ εἰ τὸ σῶμα τοῦ ἀνθρώπου ἐπὶ τῆς ἰδίας φύσεως μένει, καὶ τοῦτό γε ἐψυχωμένον, οὐδὲ ἐπὶ τοῦ Χριστοῦ τὸ σῶμα ἡ σύγκρασις μήτε μετέβαλεν ὡς μὴ εἶναι σῶμα. Καὶ μετὰ πλεῖστα πάλιν ταῦτα τέθεικεν. Ὁ ψυχὴν καὶ σῶμα ὁμολογῶν ὡς ἓν ὑπὸ τῆς γραφῆς παρίστασθαι ἑαυτῷ μάχεται τὴν τοιαύτην ἕνωσιν τοῦ λόγου πρὸς σῶμα μεταβολὴν εἶναι φάσκων, ταύτην οὐδὲ ἐπὶ ψυχῆς θεωρουμένην. Ἄκουσον αὐτοῦ πάλιν διαρρήδην βοῶντος. Εἰ οἱ μὴ λέγοντες παραμένειν τὴν σάρκα τοῦ κυρίου δυσσεβοῦσι, πολλῷ μᾶλλον οἱ μηδὲ τὴν ἀρχὴν σεσαρκῶσθαι ὁμολογοῦντες· Καὶ ἐν τῷ περὶ σαρκώσεως λογιδίῳ πάλιν ταῦτα γέγραφε. Τὸ μὲν οὖν, "Κάθου ἐκ δεξιῶν μου," ὡς πρὸς ἄνθρωπον λέγει· οὐ γὰρ τῷ ἀεὶ καθημένῳ ἐπὶ θρόνου δόξης καθὸ θεὸς λόγος εἴρηται μετὰ τὴν ἄνοδον τὴν ἐκ γῆς· ἀλλὰ τῷ νῦν εἰς τὴν ἐπουράνιον ὑψωθέντι δόξαν καθὸ ἄνθρωπος, ὡς οἱ ἀπόστολοι λέγουσιν· "Οὐ γὰρ ∆αβὶδ ἀνέβη εἰς τοὺς οὐρανούς· λέγει δὲ αὐτός, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου." Ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν τῇ καθέδρᾳ διδόν, θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι θεῷ, ᾧ λει τουργοῦσιν αἱ χίλιαι χιλιάδες, καὶ παρεστήκασιν αἱ μύριαι μυριάδες. Καὶ μετ' ὀλίγα. Οὐ γὰρ ὡς θεῷ ὑποτάσσει τοὺς ἐχθρούς, ἀλλ' ὡς ἀνθρώπῳ, ὥστε τὸν αὐτὸν εἶναι καὶ θεὸν ὁρώμενον καὶ ἄνθρωπον. Ὅτι δὲ ὡς ἀνθρώπῳ λέγεται τό, "Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου," διδάσκει Παῦλος ἴδιον αὐτοῦ τὸ κατόρθωμα λέγων κατὰ τὸ θεϊκὸν δηλαδή· "Κατὰ τὴν ἐνέργειαν, φησί, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα." Ὅρα ἀχωρίστως ἐν τῷ ἑνὶ προσώπῳ θεότητα καὶ ἀνθρωπότητα. Καὶ μετὰ βραχέα. 187 "∆όξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Τὸ μὲν γὰρ δόξαζον ὡς ἄνθρωπος