61
παρηγγελμένα. Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Ἀκουέτω, φησὶ, πᾶς ὁ φοβούμενος τὸν Κύριον, μίαν τε ὁδὸν ἣν ἂν ἕλοιτο διαπορευόμενος, τί αὐτὸν περιμένει. Νῦν μὲν κακοπαθήσει, οἷα εἰκὸς, ἐγγυμναζόμενος τοῖς τῆς θεοσεβείας ἄθλοις· ἔσται δὲ καιρὸς ὁπηνίκα ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται· ποίοις δὲ ἀγαθοῖς ἢ περὶ ὧν εἴρηται· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς; 23.229 Τό γε μὲν σπέρμα, ὅπερ κατεβάλετο ἐν τῇ γῇ καθ' ὃν ἐπολιτεύετο ἐπὶ γῆς χρόνον, πολλοὺς κληρονομήσει, σωτηρίας αἴτιον γινόμενον πολλοῖς. Σπέρμα δὲ τί ἂν εἴποις ἢ τὴν διδασκαλίαν καὶ τοὺς λόγους καὶ τὰ συγγράμματα, ἢ τοὺς κατὰ Θεὸν αὐτῷ γεννηθέντας καὶ μαθητευθέντας ἄνδρας; δι' ὧν καὶ μετὰ τὴν ἐν ἀγαθοῖς ἀνάπαυσιν αὐτοῦ μυρίοι τῆς παρὰ τῷ Θεῷ κληρονομίας τεύξονται, ἅτε ἀγαθῶν σπερμάτων τυχόντες καὶ ὠφελημένοι τὴν ἔνθεον καρποφορίαν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ ∆ιαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Ὁ μὲν Ἀκύλας, ἀπόῤῥητον Κυρίου ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ὁμιλία Κυρίου· ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, μυστήριον Κυρίου. Ἐντεῦθεν γὰρ εἰς τοσαύτην ἤλασε μακαριότητα ὁ ἀνωτέρω προλεχθεὶς φοβούμενος Κύριον ἐκ τοῦ ὁμιλίαν τοῦ Κυρίου, καὶ ἀπόῤῥητον αὐτοῦ, καὶ τὸ μυστήριον αὐτοῦ γνωστὸν αὐτῷ γεγονέναι, καὶ τὰ ἐν τῇ ∆ιαθήκῃ αὐτοῦ, τοῦτ' ἔστιν ἐν τῇ θείᾳ Γραφῇ, περιεχόμενα μυστήρια. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Οὐ διὰ τὰ κατορθώματα ὥσπερ ὀφειλομένην τὴν σωτηρίαν αὐτῷ· οἶδα γὰρ, ὅτι, πάντα ποιήσας τὰ παρ' ἐμαυτοῦ, ἔτι τοῦ σοῦ ἐλέους δέομαι. ∆ιὸ ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Σύνοιδα γὰρ ἐμαυτῷ πτωχῷ καὶ ἀβοηθήτῳ καὶ μὴ ἐπαρκοῦντι πρὸς σωτηρίαν. Ἴδιόν τέ ἐστι πάντων τῶν θεοφιλῶν τὸ ἑαυτοὺς κακοῦν ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, καὶ διωγμοῖς· ἀλλ' οὐ καὶ ἀγνοοῦσι τὸ τούτων τέλος· διὸ τυχεῖν αὐτοῦ παρὰ τοῦ Θεοῦ ἱκετεύουσι λέγοντες· Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ὡς ἂν διελθόντες τὰς τοῦ βίου ἀνάγκας, τὰς δὲ συμφορὰς καὶ τὰς περιστάσεις, εἰπεῖν ποτε δυνηθεῖεν· ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. Τὰ μὲν παρ' ἐμοῦ σπουδάζεται, τὰ δὲ παρὰ σοῦ τυχεῖν ἀξιῶ. Ἐγὼ μὲν οὖν ἐμαυτὸν κολάζω, καὶ ὥσπερ δίκην εἰσπραττόμενος ὧν πρότερον ἐπλημμέλησα, ἐμαυτὸν τιμωροῦμαι, ταπεινῶν ἐμαυτὸν ἐν κόποις καὶ πόνοις· σὺ δὲ, ὁ Θεὸς, οἷά τις ἀγωνοθέτης, τὸν ἐμὸν ἀγῶνα θεωρῶν καὶ τοὺς ἐμοὺς καμάτους, δίδου τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ συγχώρει ὅσα πώποτε διεπραξάμην ἐν ἁμαρτίαις. Ἀλλὰ καὶ θεασάμενος τοὺς ἐμοὺς ἐχθροὺς ὁπόσοι ὄντες ἐπεβούλευον, καὶ ὡς μῖσος ἄδικον ἐμίσησάν με, φύλαξ γενοῦ τῆς ἐμῆς ψυχῆς, 23.232 καὶ ῥῦσαί με τῆς τῶν πολεμίων ἐπιβουλῆς. Τοσαῦτα δὲ πράξας καὶ τοσαῦτα δεηθεὶς, μὴ καταισχυνθῆναι ἀξιῶ. Σὲ γὰρ ἐλπίδα ἐμαυτοῦ θέμενος, ἀκριβῶς οἶδα καὶ πέπεισμαι, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε. Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Καὶ τοῦτό μοι πρὸς τοῖς ἄλλοις κατορθώμασι μέγα ὑπῆρξε, καὶ σοὶ τῷ Θεῷ φίλον· πολλοῖς γὰρ ἐγινόμην ὑπογραμμὸς καρτερίας, βίου τε σεμνοῦ καὶ μετανοίας καὶ ἐξομολογήσεως· διὸ ἄκακοι ἄνδρες καὶ εὐθεῖς συνήπτοντό μοι κολλώμενοι, καὶ συμβιοῦν ἀξιοῦντες, δι' οὐδὲν ἕτερον ἢ ὅτι ὑπέμενον καρτερῶν, καὶ