62
πάντα ὑπέφερον, σὲ τὴν ἐμαυτοῦ ἐλπίδα προβεβλημένος. Τούτοις ἅπασιν ἐπιλέγει· Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ· ἤτοι αὐτὸς ἑαυτὸν ἐξομολογούμενος Ἰσραὴλ ὀνομάζων διὰ τὰ προλεχθέντα αὐτοῦ κατορθώματα· τοιοῦτος γάρ ἐστιν ὁ κατὰ ψυχὴν Ἰσραήλ. Ἢ ἄλλως, διδασκόμενος μὴ ἑαυτὸν μόνον φυλάττειν, μηδὲ αὐτῷ μόνῳ σπουδάζειν, καὶ περὶ μόνου ἑαυτοῦ τὸν Θεὸν ἱκετεύειν· μετὰ δὲ τὸ κατορθῶσαι καὶ εὖ τὰ καθ' ἑαυτὸν διαθέσθαι, ὑπὲρ τοῦ παντὸς λαοῦ τοῦ Θεοῦ τὰς παρακλήσεις ἀναπέμπει· ἱκετεύει τε, ἵν' ὥσπερ ἀνωτέρω ἑαυτὸν ἠξίου ῥυσθῆναι ἀπὸ τῶν ἑαυτοῦ θλίψεων, οὕτω καὶ πάντα τὸν τοῦ Θεοῦ λαὸν κατὰ διάνοιαν Ἰσραὴλ ὀνομαζόμενον. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΚΕʹ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ. Ἰδίως ἄν τις ἐπὶ τὸν ∆αυῒδ ἀναφέρων τοὺς προκειμένους λόγους, εἴποι ἂν ἐντυχίαν αὐτὸν ποιεῖσθαι πρὸς τὸν Θεὸν περὶ τοῦ ἰδίου βίου. Τοῦ γὰρ ἱεροῦ Ἀποστόλου φήσαντος· Πρῶτον πάντων δεῖ ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· καὶ διελόντος τὰ προλεχθέντα εἰς εἴδη τέσσαρα, ἡμᾶς προσήκει τὴν διάνοιαν τοῖς ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν ἐμφερομένοις ἐφιστᾷν τὸν νοῦν, ἐπισημαινομένους τίνες μὲν αὐτῶν περιέχουσι δεήσεις, καὶ τίνες προσευχὰς, καὶ τίνες ἐντεύξεις, καὶ ἐπὶ πᾶσι τίνες εὐχαριστίας· τί τε διαφέρει θάτερον θατέρου, ἀναλέγεσθαί τε ἀπὸ πάσης τῆς βίβλου τῶν Ψαλμῶν τὰ ἰδιώματα τῶν εἰρημένων· οἷον τὰς μὲν δεήσεις ἀπὸ τῶν περιεχόντων παρακλήσεις, καὶ ἱκετηρίας, ἐν αἷς δὲ καὶ ἐξομολογήσεις φέρονται· ὁποῖός ἐστιν ὁ εἰκοστὸς τέταρτος ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἀλλ' ἁπλῶς τῷ ∆αυῒδ ἐπιγεγραμμένος. Προσευχαὶ δέ εἰσιν, ὅσοι ἐν τῇ προγραφῇ προσευχῶν ἐπιγράφουσιν· οἷον ὁ ἓξ καὶ δέκατος, καὶ ὁ ὀγδοηκοστὸς πέμπτος, καὶ ὀγδοηκοστὸς ἔννατος, καὶ ἑκατοστὸς πρῶτος, καὶ ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος. Εὐχαριστίαι δέ εἰσιν οἱ ὁμοίως ἔχοντες τῷ ἑκατοστῷ δευτέρῳ, ἐν ᾧ εἴρηται· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, καὶ τὰ ἑξῆς. 23.233 Ἔντευξιν δὲ περιέχει ὁ μετὰ χεῖρας, ἐν ᾧ γέγραπται· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ τὰ ἑξῆς. Ἐρεῖς οὖν, ἐπειδὴ ὄντως ἤρξατο ὁ ∆αυῒδ, ὡς οἱ θεοφιλεῖς ἄνδρες ἐν τοῖς ἑαυτῶν τοῦ βίου κατορθώμασιν εἶχόν τινα πλεονεκτήματα ἐξαίρετα, ἐν οἷς ἕκαστος αὐτῶν ἰδίως διαπρεπὴς γέγονεν· οἶον ὡς ἐπὶ παραδείγματος, Ἰωσὴφ ἐν σωφροσύνῃ, Ἰὼβ τῇ τῶν δεινῶν ὑπομονῇ, Σολομὼν ἐν σοφίᾳ καὶ φρονήσει· Ἀβραὰμ διὰ τῆς πίστεως δεδικαιῶσθαι λέγεται· καὶ ἄλλος πάλιν ἐν ἄλλῳ ἀρετῆς ἀγῶνι μεμαρτύρηται διαλάμψας. Τούτοις οὖν ὁμοίως καὶ ὁ ∆αυῒδ ἐξαίρετον ἀρετὴν κτησάμενος ἀναγέγραπται τὴν ἀνεξικακίαν· δι' ἣν καὶ τὸν Σαοὺλ ἤνεγκε, μυρία κατ' αὐτοῦ δεδρακότα, ἅπερ πράως καὶ ἀνεξικάκως ὑπομείνας ἀναγέγραπται. Ἐπεὶ τοίνυν ἐξαίρετος ἦν αὕτη τοῦ ∆αυῒδ ἀρετὴ, λέγω δὲ ἡ τῆς πραότητος καὶ ταπεινοφροσύνης καὶ ἀνεξικακίας, ταῦτα πάντα ὁμοῦ περιλαβὼν ἀκακίαν αὐτὰ ὠνόμασε· καὶ ὡς ἐν τούτῳ μάλιστα τῷ μέρει κατορθώσας, ἐν τῇ πρὸς τὸν Θεὸν ἐντεύξει φησί· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Ἐπεὶ δὲ μέγα περὶ ἑαυτοῦ ἀπεφήνατο, ὥσπερ ἐγκαυχησάμενος τῷ ἐξαιρέτῳ ἑαυτοῦ κατορθώματι τῆς ἀκακίας ἢ τῆς ἁπλότητος, ἐπιλαμβάνεται αὐτὸς ἑαυτοῦ καὶ ἐπιλέγει ἀναγκαίως ἑξῆς· Καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Ἀναγκαίως οὖν συνέπλεξεν ἑαυτὸν τῇ ἐπὶ τὸν Κύριον ἐλπίδι, καὶ ἑαυτοῦ κατηγορεῖ, ὡς δυναμένου σαλευθῆναι καὶ ἐκτραπῆναι καὶ ἐξασθενῆσαι. Πλὴν οὐδὲν