1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

62

ἀθάνατος, θνητὴ δὲ ἡ τῆς σαρκός. Ἡνώθη τοίνυν τῇ θνητῇ ἡ ἀθάνατος, ἵνα γεύσηται δι' ἐκείνης θανάτου. {ΟΡΘ.} Τὸ φύσει ἀθάνατον οὐδὲ τῷ θνητῷ συναπτόμενον ὑπομένει θάνατον· καὶ τοῦτο ῥᾴδιον διαγνῶναι. {ΕΡΑΝ.} Ἀπόδειξον τοῦτο, καὶ λύσον τὴν ἀμφισβήτησιν. {ΟΡΘ.} Τὴν ἀνθρωπείαν ψυχὴν ἀθάνατον εἶναι φῂς ἢ θνητήν; {ΕΡΑΝ.} Ἀθάνατον. {ΟΡΘ.} Τὸ δὲ σῶμα θνητὸν ἢ ἀθάνατον; {ΕΡΑΝ.} ∆ηλονότι θνητόν. {ΟΡΘ.} Ἐκ δὲ τούτων τῶν φύσεών φαμεν συνεστάναι τὸν ἄνθρωπον; {ΕΡΑΝ.} Οὕτω φαμέν. {ΟΡΘ.} Συνήφθη τοίνυν τὸ ἀθάνατον τῷ θνητῷ. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἀλλὰ τῆς συναφείας ἤγουν ἑνώσεως λυομένης, τὸ μὲν θνητὸν δέχεται τοῦ θανάτου τὸν ὅρον, μένει δὲ ἀθάνατος ἡ ψυχή, καίτοι τῆς ἁμαρτίας ἐπενεγκούσης τὸν θάνατον. Ἢ οὐχ ἡγῇ τιμωρίαν εἶναι τὸν θάνατον; {ΕΡΑΝ.} Ἡ θεία τοίνυν τοῦτο διδάσκει γραφή. Παρ' αὐτῆς γὰρ μανθάνομεν, ὡς ἀπαγορεύσας τῷ Ἀδὰμ ὁ θεὸς τοῦ φυτοῦ τῆς γνώ σεως τὴν μετάληψιν ἐπήγαγεν· "Ἧι δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε." {ΟΡΘ.} Τιμωρία τοίνυν τῶν ἡμαρτηκότων ὁ θάνατος. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Τί δήποτε τοίνυν, ψυχῆς ὁμοῦ καὶ σώματος ἡμαρτηκότων, τὸ σῶμα μόνον ὑπομένει τοῦ θανάτου τὴν τιμωρίαν; {ΕΡΑΝ.} Αὐτὸ γὰρ εἶδε τὸ ξύλον κακῶς καὶ τὰς χεῖρας ἐξέτεινε καὶ τὸν ἀπειρημένον καρπὸν ἀπεσύλησε. Καὶ αὐτὸ πάλιν τὸ στόμα τοῦτον 191 τοῖς ὀδοῦσιν ἐλέπτυνεν, καὶ ταῖς μύλαις ἐλέανεν. Εἶτ' αὖθις ὁ οἰσο φάγος τοῦτον ὑποδεξάμενος παρέπεμψε τῇ γαστρί· κἀκείνη δὲ ἀλλοιώσασα τῷ ἥπατι μεταδέδωκε. Τὸ δέ γε ἧπαρ εἰς αἵματος φύσιν μετέβαλεν ὅπερ ἔλαβε, καὶ τῇ κοίλῃ φλεβὶ παραδέδωκεν· ἐκείνη δὲ ταῖς συμφυέσι, κἀκεῖναι διὰ τῶν ἄλλων τῷ σώματι· καὶ οὕτως εἰς ἅπαν διέβη τὸ σῶμα τῆς ἀπειρημένης βρώσεως ἡ λῃστεία. Εἰκότως τοίνυν τὸ σῶμα μόνον τὴν ὑπὲρ τῆς ἁμαρτίας ὑπέμεινε τιμωρίαν. {ΟΡΘ.} Φυσιολογικῶς ἡμῖν τὰ περὶ τῆς τροφῆς διεξελήλυθας, καὶ δι' ὅσων αὕτη μορίων ὁδεύουσα καὶ πόσας ἀλλοιώσεις ὑφισταμένη ὕστερον εἰς τὴν τοῦ σώματος μεταβάλλεται φύσιν. Ἐκεῖνο μέντοι συνιδεῖν οὐκ ἠθέλησας, ὡς δίχα ψυχῆς τούτων οὐδὲν τὸ σῶμα τῶν εἰρημένων ἐργάζεται. Καταλειφθὲν γὰρ ὑπὸ τῆς συνεζευγμένης ψυχῆς κεῖται ἄπνουν καὶ ἄφωνον καὶ ἀκίνητον· καὶ οὔτε ὀφθαλμὸς ὁρᾷ κακῶς οὔτ' αὖ καλῶς, οὔτε τὰ ὦτα εἰσδέχεται τῶν φωνῶν τὴν ἠχήν, οὐ κινοῦνται χεῖρες, οὐ βαδίζουσι πόδες· ἀλλ' ἔοικεν ὀργάνῳ ἐστερημένῳ τοῦ μουσικοῦ. Πῶς οὖν ἔφησθα μόνον ἡμαρτηκέναι τὸ σῶμα τὸ δίχα ψυχῆς μηδὲ ἀναπνεῖν τὸ παράπαν δυνάμενον; {ΕΡΑΝ.} Μεταλαμβάνει μὲν τὸ σῶμα ζωῆς παρὰ τῆς ψυχῆς, προξε νεῖ δὲ τῇ ψυχῇ τῆς ἁμαρτίας τὴν ἐπιζήμιον κτῆσιν. {ΟΡΘ.} Πῶς καὶ τίνα τρόπον; {ΕΡΑΝ.} ∆ιὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾶν αὐτὴν παρασκευάζει κακῶς, διὰ δὲ τῶν ἀκοῶν ἀκούειν ἃ μὴ συμφέρει, καὶ διὰ τῆς γλώτ της τὰ λυμαινόμενα φθέγγεσθαι, καὶ διὰ τῶν ἄλλων μορίων ἃ μὴ θέμις ποιεῖν. {ΟΡΘ.} Τοὺς κωφοὺς ἡμῖν, ὡς ἔοικε, μακαριστέον καὶ τοὺς τὸ βλέ πειν ἀφῃρημένους καὶ τῶν ἄλλων μορίων ἐστερημένους. Οὐ γὰρ μεταλαγχάνουσι τούτων αἱ ψυχαὶ τῆς πονηρίας τοῦ σώματος. Τί δήποτε δέ, ὦ σοφώτατε, τῶν μὲν ψεκτῶν τοῦ σώματος ἐμνήσθης ὑπουργιῶν, τὰς ἀξιεπαίνους δὲ παραλέλοιπας; Ἔστι γὰρ καὶ φιλικῶς καὶ φιλανθρώπως ἰδεῖν, καὶ κατανύξεως ἀπομόρξασθαι δάκρυον, καὶ θείων ἀκοῦσαι λογίων, καὶ κλῖναι δεομένῳ τὸ οὖς, καὶ ὑμνῆσαι τῇ γλώττῃ τὸν ποιητήν, καὶ διδάξαι τὸν πέλας ἃ δεῖ, καὶ κινῆσαι τὰς χεῖρας εἰς ἔλεον, καὶ συλλήβδην εἰπεῖν, εἰς ἅπασαν κτῆσιν ἀρετῆς χρήσασθαι τοῖς μορίοις τοῦ σώματος. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα. 192 {ΟΡΘ.} Οὐκοῦν κοινὸν ψυχῆς καὶ σώματος καὶ τὸ φυλάττειν καὶ τὸ παραβαίνειν τοὺς νόμους. {ΕΡΑΝ.} Κοινόν. {ΟΡΘ.} Ἐμοὶ δοκεῖ καὶ ἄρχειν ἑκατέρου τὴν ψυχὴν τῷ λογισμῷ πρὸ τοῦ σώματος κεχρημένην. {ΕΡΑΝ.} Πῶς τοῦτο λέγεις; {ΟΡΘ.} Ὅτι τὸ πρῶτον ὁ νοῦς τὴν ἀρετὴν ἢ τὴν κακίαν σκιογραφεῖ, εἶθ' οὕτως αὐτὴν διαμορφοῖ, ὀργάνοις μὲν κεχρημένος