63
πείσεσθαι διὰ τὴν εἰς Θεὸν ἐλπίδα θαῤῥῶν διεβεβαιοῦτο· ᾔδει γὰρ, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει, κατὰ τὸν Ἀπόστολον ∆οκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. Οὐχ ὡς ἀλαζονευόμενος, οὐδ' ἐπαιρόμενος ἔλεγε τό· ∆οκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου· ἀλλ' ὡς ἐν εὐχῇ παρακαλῶν ὑπὸ τοῦ Θεοῦ καθαρθῆναι διὰ τῆς πυρώσεως, εἰ δέοιτο καθάρσεως. Παρακαλεῖ τοίνυν δοκιμασθῆναι καὶ πειρασθῆναι τὴν προλεχθεῖσαν αὑτοῦ ἀρετὴν, καθ' ἢν διαπρέψας ἀποδέδεικται, οὐκ ἐφ' ἑαυτῷ πεποιθὼς, ἀλλ' ἐπὶ τῷ τοῦ Θεοῦ ἐλέῳ. Οὕτω γοῦν, φησὶ, διὰ παντὸς σὲ τὸν Θεὸν καὶ τὸν σὸν ἔλεον πρὸ ὀφθαλμῶν ἔχων, πάντα τὸν ἐμαυτοῦ βίον καὶ πάσας μου τὰς πράξεις ἐπαιδαγώγουν, ὡς εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Οὐ γὰρ μεθ' ὑποκρίσεως, ἀλλ' ἐν ἀληθείᾳ περιεπάτησα καὶ ἀνεστράφην, μόνῳ τῷ Θεῷ εὐαρεστῆσαι σπουδάζων. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Εἴ που τοίνυν συνήρχοντο κατὰ τὸ αὐτὸ ἄνδρες οὐ σπουδαῖοι, οὐδ' ἐπὶ σπουδαίοις πράγμασι συνεδρεύοντες, ἐπὶ ματαίοις δὲ καὶ οὐκ ἀναγκαίοις ποιούμενοι τὴν σύνοδον· τούτους, φησὶν, ἔφυγον, ὥστε μὴ συμπεριπλέκεσθαι αὐτῶν τῇ ματαιότητι, *** ὡς 23.236 καὶ παρὰ τὸν θεῖον νόμον τολμᾷν τινὰ δρᾷν· καὶ τούτους ἔτι μᾶλλον ἔφυγον, παραιτούμενος τὴν ἅμα αὐτοῖς εἰς τὴν πλάνην εἴσοδον. Καὶ εἴ ποτε δὲ ἑώρων ἐκκλησιάζοντάς τινας, καὶ οὐκ ἐπὶ ματαιότητος συνερχομένους, ἀλλ' οὐδ' ἐπὶ παρανόμοις ἔργοις, ἀλλ' ἐπὶ πονηροῖς καὶ ἀσεβέσι δόγμασιν, ἐν ἐκκλησίᾳ δῆθεν συγκροτουμένους, τούτους δὴ μάλιστα παρὰ τοὺς προλεχθέντας μίσους ἀξίους ἡγούμην. Καὶ ἕτερον δὲ τάγμα παρὰ τὰ προλελεγμένα εἰδὼς, τὸ τῶν ἀσεβῶν, τῶν τὸν Θεὸν μὴ εἰδότων, εἰδωλολατρείαις καὶ πλάνῃ καλινδουμένων, ἀνεχώρουν αὐτῶν, ὡς μηδὲ βούλεσθαι αὐτοῖς συγκαθέζεσθαι, μηδ' ἐπὶ πολὺ συγχρονίζειν, μὴ ἄρα τις ἐξ αὐτῶν γένοιτό μοι μετάδοσις ἀσεβείας· διὸ φημί· Καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαι φωνῆς αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Κυκλῶν σου τὸ θυσιαστήριον, ὕμνους ἀνέπεμπον ἀντὶ θυσίας, καὶ τὴν ἐμὴν φωνὴν ἀκουστὴν ἐποίουν τοῖς πλησιάζουσιν, ὥστε πάντας ἀκούειν τῆς ἐμῆς φωνῆς αἰνούσης σε τὸν Θεὸν καὶ διηγουμένης πάντα τὰ θαυμάσιά σου. Ἐν γὰρ τοῖς εἰς σὲ ὕμνοις συμπαρελάμβανον τὰς θαυμασίας σου πράξεις, ἃς ἐνεδείξω τοῖς ἡμετέροις προπάτορσιν. Οὐ μόνον δὲ τὸ θυσιαστήριόν σου ἐκύκλουν, ἀλλὰ καὶ πάντα τὸν οἶκόν σου ἠγάπησα, Κύριε· καὶ τούτου μάλιστα τὴν εὐπρέπειαν θεωρουμένην ἐν εὐσεβέσι δόγμασι καὶ λόγοις, ἔν τε τοῖς θεοπνεύστοις ἀναγνώσμασιν. Εὐπρέπεια δὲ εἴη τοῦ οἴκου τοῦ Θεοῦ καὶ ὁ τῶν συνερχομένων κόσμος, ὅ τε βίος ὁ ἀνεπίληπτος καὶ τὸ κόσμιον τοῦ πλήθους, καὶ ἡ ὁμοφροσύνη τῶν συνερχομένων. Ἀλλ' ἐπεὶ καὶ αὐτὸ ἔδαφος δι' ὑπερβολὴν τῆς πρὸς Θεὸν ἀγάπης ἀγαπητὸν τυγχάνει ταῖς φιλοθέοις ψυχαῖς, ἕτερον ὂν παρὰ τὴν ἀποδοθεῖσαν ἡμῖν εὐπρέπειαν τοῦ οἴκου τοῦ Θεοῦ, εἰκότως ἐπιλέγει· Καὶ τόπον σκηνώματος δόξης σου. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Ἐπεὶ τοίνυν ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν, καὶ ἐν ᾧ κρίματι κρίνομεν, κριθησόμεθα, διὰ τοῦτο συνεχῶς τὴν ἀκακίαν προβάλλεται, τουτέστι τὴν ἀμνηστίαν κακῶν, καὶ τὴν πρὸς τοὺς εἰς αὐτὸν ἡμαρτηκότας ἀνεξικακίαν· ὡς ἂν καὶ αὐτὸς τῆς ἴσης παρὰ τοῦ Θεοῦ τύχοι ἀμνηστίας ἐπὶ τῷ συμβεβηκότι αὐτῷ σφάλματι. Καὶ ταῦτα ἱκετεύσας ἐπιθειάζει τῷ ἁγίῳ καὶ προφητικῷ