64
Πνεύματι λέγων ἑξῆς· Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Προφητεύει γὰρ, ὅτι, εἰ καί ποτε γέγονεν ἐν τοῖς ποσὶν αὐτοῦ σάλος καὶ κλόνος καὶ κίνησις· ἀλλ' οὐ πεσεῖται ἐπὶ τούτοις, στήσεται δὲ ἐν εὐθύτητι, μέλλων ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεὸν, τὴν διὰ πασῶν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μνήμην ἑαυτοῦ προαναφωνήσας· εἰς ἔτι γοῦν καὶ σήμερον καθ' 23.237 ὅλης τῆς οἰκουμένης ἐν ταῖς Χριστοῦ ἐκκλησίαις ὁ ∆αυὶδ εὐλογεῖ τὸν Κύριον. ΤΩ ∆ΑΥΙ∆ Κʹ. Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Καὶ διὰ τοῦτο τί διδάσκει τὸ Πνεῦμα τὸ προφητικόν; Ὅπως προσήκει τὸν τῷ Θεῷ ἀνακείμενον εὐχαριστεῖν αὐτῷ, καὶ ὁποῖα παρὰ τοῦ Θεοῦ αἰτεῖν. Περιέχει δὲ ὁ λόγος εὐχαριστίαν. Εἰκότως τοίνυν οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τῶν παραπλησίων ἐπιγέγραπται· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Ὁ μὲν τὴν ψυχὴν ἐν νυκτὶ καὶ σκότῳ καλινδούμενος, οὐκ εἰδὼς ὅποι φέρεται καὶ ὅπως προσκόπτει, μυρία κακὰ φοβηθήσεται, ὡς ἂν παντελῶς ἐπισπώμενος· ὅθεν πάντα φόβον ὑπιδόμενος καταπτήσσει, καὶ τῆς εἰς τὸν Θεὸν ὁμολογίας ἔξαρνος γίνεται. Ὁ δὲ τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς ὑπὸ τῆς Κυρίου ἐλλάμψεως φωτισθεὶς πρῶτον μὲν ἁπάντων αὐτὸν τὸν αὐτοῦ πρόμαχον καὶ σωτῆρα ὁπόσος τίς ἐστι θεωρεῖ· εἶτ' ἔργῳ παραλαβὼν, ὡς ὁ τῶν ἁπάντων δεσπότης καὶ Κύριος, θυρεὸς αὐτοῦ καὶ ὅπλον ἄμαχον καὶ ὑπερασπιστὴς καθέστηκεν, ἀτρεμὴς γίνεται, καὶ ἅτε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἀτρεμεῖς ἔχων, καὶ πεφωτισμένους, πάντας τοὺς ἑαυτοῦ ἐχθροὺς, εἴτε τοὺς τὸν Θεὸν ἀγνοοῦντας ἀνθρώπους, εἴτε τὰς ἀοράτους καὶ πονηρὰς δυνάμεις, ἐρήμους ὁρᾷ τοῦ τοσούτου σωτῆρος καὶ βοηθοῦ, καὶ ὡς ἤδη πεπτωκότας θεωρεῖ· διὸ πάσης αὐτῶν τῆς ἐπιβουλῆς καταγελᾷ θαρσῶν τῷ ἑαυτοῦ ὑπερμάχῳ· διό φησιν· Εἰ μὲν μή μοι ὁ τοσοῦτος παρῆν βοηθὸς, φωτίζων μου τὴν ψυχὴν καὶ ὑπερασπίζων μου τῆς ζωῆς, εἰκότως ἐφοβήθην ἂν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τούς τε ὑπὸ τούτων ἐνεργουμένους, καὶ κατὰ τῶν τοῦ Θεοῦ ἀθλητῶν ἐπανισταμένους. Ἱκανοὶ γὰρ ἦσαν οὗτοι θορυβῆσαι τὴν ψυχήν μου μὴ πεφωτισμένην· ἐπεὶ δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ Θεοῦ Υἱὸς, φωτισμὸς τυγχάνει, ὁ αὐτὸς δὲ καὶ σωτήρ μου ἐστὶν, εἰκότως φήσαιμ' ἄν, Τίνα φοβηθήσομαι; Οὐδένα γὰρ ἐπιστραφήσομαι τῶν τοσούτων ἐχθρῶν, οὐδὲ ἀπό τινος τούτων δειλιάσω, θαρσῶν τῷ ὑπερασπιστῇ τῆς ζωῆς μου. Πάλιν δ' ἐνταῦθα τηρήσεις, ὡς τὸ, Σωτήρ μου, ἐν τῷ Ἑβραϊκῷ, τὸ ὄνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ αὐτοῖς χαρακτῆρσιν Ἑβραϊκοῖς περιέχει, ἐν οἷς ἄν τις τὸν Ἰησοῦν γράψειεν. Ὁ δὲ ταῦτα λέγων διδάσκει ὁποίου πειραθεὶς τοῦ ἑαυτοῦ σωτῆρος, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς κατεγέλασε· διό φησιν· Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. Οἱ μὲν ἐπίεσάν μοι θηρίων ἀτιθάσσων δίκην, μονονουχὶ καταπιεῖν με βουλόμενοι καὶ αὐτάς μου καταμασήσασθαι τὰς σάρκας. ∆ιὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακούργους εἰς 23.240 τὸ καταφαγεῖν τὰς σάρκας μου. Ἀλλ' οἱ ταῦτα κατ' ἐμοῦ διανοηθέντες, καὶ ἤδη πλησίον γενόμενοι τῶν ἐμῶν σαρκῶν, οὐκ οἶδ' ὅπως ἅπερ πρᾶξαι κατ' ἐμοῦ διανενόηντο, ταῦτα πεπόνθασιν· Αὐτοὶ γὰρ, φησὶν, ἠσθένησαν, καὶ ἔπεσαν, οὐδὲν ἐμοῦ κατ' αὐτῶν ἐνηργηκότος· ἀλλὰ δηλαδὴ τοῦ ἐμοῦ φωτὸς καὶ τοῦ ἐμοῦ σωτῆρος ἀποῤῥήτῳ καὶ θεϊκῇ δυνάμει κατ' αὐτῶν στρατευσαμένου καὶ καταβαλόντος αὐτοὺς, ἵν' ἐγώ τε ῥυσθείην τῆς αὐτῶν ἐπιβουλῆς, καὶ μηδὲν βλαβείην, αὐτοί τε ὠφεληθεῖεν, τῆς ἑαυτῶν κακίας