65
ἐξασθενήσαντες, κερδάναντες τῷ μὴ τὴν ἑαυτῶν αὐξῆσαι μοχθηρίαν διὰ τῆς κατ' ἐμοῦ βλάβης. Ἔν τισιν ἐπιγέγραπται, Ψαλμὸς τοῦ ∆αυῒδ πρὸ τοῦ χρισθῆναι. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Κάλλος Κυρίου καὶ εὐπρέπεια καὶ τερπνότης ἐν τῷ οἴκῳ τοῦ Θεοῦ θεωρεῖται, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, διὰ τῶν θεοπνεύστων καὶ ἱερῶν μαθημάτων, ἐν οἷς τὸ ἀληθινὸν τοῦ λόγου κάλλος, καὶ ἡ ἀληθὴς εὐπρέπεια, ᾗ καὶ αὐτὸς ἐπιτέρπεται ὁ Θεὸς καὶ ἐμπολιτεύεται. Οὐκ ἂν δὲ ἁμάρτοις εὐπρέπειαν λέγων καὶ τὸν σώφρονα καὶ σεμνὸν βίον καὶ πᾶσαν τὴν ἐνάρετον πολιτείαν τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ· ἐν ἡμέρᾳ κακῶν ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Ἐν πέτρᾳ ὕψωσέ με. Ταῦτά μοι πάντα παρέσχεν ὁ Σωτήρ μου ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ μὲν γὰρ ἠσθένουν καὶ ἔπιπτον· ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ ἐν ἐρημίαις τὰς διατριβὰς ποιεῖσθαι, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Ἀλλὰ καὶ ἐσκέπασέ με ἐν τῇ τῶν κακῶν ἡμέρᾳ, τουτέστιν ἐν καιρῷ τῶν διωγμῶν καὶ τῶν πειρατηρίων· οὐκ ἀλλαχοῦ που, ἀλλ' ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Νοήσεις δὲ τὸ λελεγμένον ἀπὸ τῶν παρὰ Μωϋσεῖ περὶ τῆς σκηνῆς ἀναγεγραμμένων, καὶ περὶ τῶν ἐσωτάτω τῆς σκηνῆς τῶν τοῖς πᾶσιν ἀβάτων, ἅπερ ἐκάλουν Ἅγια ἁγίων. Ταῦτα γὰρ ἦν τὰ ἀπόκρυφα τῆς σκηνῆς. Οὕτω τοίνυν καὶ ἐν τῷ καιρῷ τῶν πειρατηρίων αὐτὸς ἐμὸς Κύριος καὶ Σωτὴρ ἐσκέπασε καὶ ἀπέκρυψέ με ἐν τῷ ἐσωτάτῳ τῆς αὑτοῦ σκηνῆς· οὐ πάντως ἐν τόπῳ τοίῳ δὴ καταστήσας, ἀλλ' ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ καὶ τῆς τῶν πολλῶν κοινότητος ἀποκεχωρισμένῃ. Καὶ ταῦτα, φησὶ, περὶ ἐμὲ ἐγίνετο, μέχρι καιροῦ τῆς τῶν κακῶν ἡμέρας, κατὰ τὸ λελεγμένον ἐν ἑτέροις· Βάδιζε, ὁ λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἀλλ' οὐκ εἰς τὸ παντελὲς κρύπτεσθαί με βουληθεὶς, οὐδ' ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ λανθάνειν, καὶ μόνον ὠφελεῖσθαι, χρήσιμον δὲ καὶ ἕτερον καταστῆναι κρίνας, ἐπὶ τέλει τῆς τῶν κακῶν ἡμέρας ἐν πέτρᾳ ὕψωσέ 23.241 με. Ἡ πέτρα δὲ ἦν, φησὶν ὁ Ἀπόστολος, ὁ Χριστός. Ἐν γὰρ τῷ αὑτοῦ λόγῳ, καὶ τῇ αὑτοῦ σοφίᾳ, καὶ τῇ δυνάμει τῇ σωτηρίῳ ὕψωσέ με ὁ πάλαι ἀποκρύψας ἐν τῇ σκηνῇ αὐτοῦ, καὶ σκεπάσας ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν ἡμέρᾳ κακῶν. Παραγαγὼν γὰρ τὰ κακὰ καὶ τὸν καιρὸν τῶν ἐχθρῶν καὶ τῶν θλιβόντων με πολεμίων, εἰς εὔδιον καὶ εἰρηναῖον λιμένα κατέστησεν, ἀγαγών τε εἰς τὸ ἐμφανὲς τὸν πάλαι κρυπταζόμενον, μετέωρον ἐπῆρε καὶ ὑψηλὸν ἔστησεν, ὡς πᾶσιν ὁρᾶσθαι καὶ παρὰ τοῖς πᾶσι δοξάζεσθαι, ἡδρασμένον καὶ τεθεμελιωμένον ἐν τῇ ἀῤῥαγεῖ καὶ ἀσφαλεστάτῃ αὐτοῦ πέτρᾳ. Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου. Νοήσεις ἐπιστήσας ὅπως εἴρηται παρὰ τῷ Ἀποστόλῳ τό· Ἕως οὗ τὸ σήμερον καλεῖται. Οὕτω γὰρ ἐρεῖς καὶ ἐπὶ τοῦ παρόντος τὸ διαρκὲς τοῦ χρόνου σημαίνεσθαι. Ὁ γὰρ τοῦ Θεοῦ ἄνθρωπος, τὰ νικητήρια κατὰ τῶν ἐχθρῶν εἰληφὼς, ἀεὶ τῆς τῶν ἐχθρῶν κεφαλῆς ἀνώτερος γίνεται· οὕτως καὶ αὐτὸς ὁ ∆αυῒδ μέχρι τοῦ παρόντος χρόνου ἐπαίρεται καὶ ὑψοῦται, καθ' ὅλης τῆς οἰκουμένης ᾀδόμενος καὶ βοώμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, καὶ ὕψωταί γε ἀληθῶς ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τοὺς πάλαι γενομένους αὐτοῦ ἐχθροὺς, τὰς ἀοράτους δυνάμεις. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, τοῦτον ὑψωθεὶς τὸν τρόπον, οὐκ ἀργίᾳ ἑαυτὸν δίδωσιν, οὐδὲ ἀπραξίᾳ, πλείονα δὲ σπουδὴν περὶ τὴν τοῦ Θεοῦ λατρείαν εἰσφέρει. ∆ιὸ ἐπιλέγει· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Αὗται δὲ ἦσαν αἱ διὰ φωνῆς καὶ θεολογίας ὕμνων τε καὶ εὐχαριστίας ἀναπεμπόμεναι. Ἐν μὲν οὖν τῷ πρὸ τούτου ψαλμῷ μελλητικῶς ἐδιδάσκετο λέγειν ὁ τὰ θεῖα