67
νόμος ἐκεῖνος οὐ νενομοθέτητο, ἀλλ' ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς παραπλησίοις. Τούτοις 23.245 γὰρ ὁ Μωϋσῆς ἐνομοθέτει, κατὰ τὴν σκληροκαρδίαν αὐτῶν διαταττόμενος. Ἐγὼ δὲ, φησὶν, οὐ τῇ Μωϋσέως νομοθεσίᾳ ὑποβέβληκα ἐμαυτόν. ∆ιὸ οὐδὲ τὴν διὰ ζώων σφαγῆς θυσίαν ἐπηγγειλάμην, ἀλλὰ θυσίαν ἀλαλαγμοῦ, καινότερον τρόπον ἢ κατὰ τὰ Μωϋσέως νόμιμα. ∆ιόπερ ἀξιῶ καινῆς νομοθεσίας παρὰ σοῦ τυχεῖν. Αὐτὸς οὖν τὴν σὴν ὁδὸν ἐπίδειξόν μοι· ἢ φώτισον, κατὰ τὸν Ἀκύλαν. Μὴ μόνον δὲ ὑποδείξῃς μηδὲ νομοθετήσῃς μοι, ὦ Κύριε, ἀλλὰ καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, πρὸς τὸ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα μου, ἕνεκεν τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με. ∆ι' ὁμαλῆς γὰρ ὁδοῦ καὶ εἰρηνικῆς ὅπως διαγάγῃς με ἀξιῶ τὸν τῆς ζωῆς μου χρόνον. Οὐ γὰρ μόνον πολέμιοι τυγχάνουσιν, ἀλλὰ καὶ συκοφάνται ἄδικοι καὶ ψευδομάρτυρες, καὶ πάντα τὰ ἐχθρῶν πράττοντες. Τότε δὲ ἀληθῶς ἑαυτῇ ψεύδεται ἡ ἀδικία, ὅταν μὴ κατὰ πραγμάτων φέρηται, μηδὲ κατισχύῃ τῶν ψευδομαρτυρουμένων. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Μήποτε δὲ καὶ ἐπὶ τὴν ἀνωτέρω αἴτησιν ἀναπέμπει· ἀγαθὰ Κυρίου λέγων τὸ ἀνωτέρω εἰρημένον πρόσωπον αὐτοῦ, περὶ οὗ ἔφασκε· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. ∆ιὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ἐπίστευσα τοῦ ἰδεῖν ἐν ἀγαθῷ Κυρίου· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπίστευον ἰδεῖν τὴν ἀγαθοσύνην Κυρίου. Ἀλλ' ὄψεταί γε τοῦ Κυρίου τὸ πρόσωπον καὶ τὰ ἀγαθὰ Κυρίου, οὐκ ἐν τῷ περιγείῳ τόπῳ, ἀλλ' οὐδὲ ἐν τῷ τῶν θνητῶν χωρίῳ, ἀλλ' ἐν γῇ ζώντων, ἣν καὶ ὁ Σωτὴρ ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. ΤΩ ∆ΑΥΙ∆ ΚΖʹ. Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἐπ' ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐκ ἐπιλελησμένοι τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων περὶ τῶν ἄνευ τινὸς προσθήκης ἐπιγεγραμμένων τῷ ∆αυῒδ, ἢ τοῦ ∆αυῒδ, προσθήσομεν ἐκείνοις ἐπὶ τοῦ παρόντος τὴν εἰς ἡμᾶς ἐλθοῦσαν παράδοσιν. Φασὶ τοίνυν Ἑβραίων παῖδες ἐπὶ τῶν τοιαύτην ἐχόντων γραφὴν, δεῖν ἀνατρέχειν ἐπὶ τοὺς ἀνωτέρω, καὶ σκοπεῖν ὁποῖος ἦν ὁ ἐν ἀρχῇ προτεταγμένος ψαλμὸς τῶν μετὰ ταῦτα, ἤτοι παντελῶς ἀνεπιγράφων, ἢ τῷ ∆αυῒδ ἐπιγεγραμμένων· καὶ μαθόντες ἐξ ἐκείνου τὴν προγραφὴν, ἐφαρμόζειν αὐτῇ καὶ τῶν μετὰ ταῦτα συνημμένων τὴν διάνοιαν. Ὁ μὲν οὖν μετὰ χεῖρας, κζʹ ὢν, ταύτην ἔχει τὴν προγραφὴν, καὶ ὁ κʹ καὶ ὁ κεʹ καὶ ὁ κδʹ· ἀλλ' ὁ κγʹ ψαλμὸς ἦν τῷ ∆αυῒδ, ὁμοίως δὲ καὶ ὁ κβʹ. Οὐκοῦν ἀκόλουθόν ἐστι, κατὰ τὴν Ἑβραϊκὴν παράδοσιν, καὶ τοὺς ἐφεξῆς πάντας ψαλμοὺς εἶναι ὑπολαμβάνειν, ὡς, κατὰ τοῦτον τὸν λόγον, καὶ τὸν μετὰ χεῖρας ἡγεῖσθαι εἶναι ψαλμὸν, περιέχοντα δέησιν. Τοῦτο γὰρ παρίστησιν αὐτὸς προϊὼν καὶ λέγων· Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ 23.248 δέεσθαί με πρὸς σέ. Τίνα δὲ διάνοιαν περιέχει ὁ τῆς δεήσεως λόγος, φέρε κατανοήσωμεν. Βοᾷν φησὶ πρὸς Κύριον, ἐπικαλεῖσθαί τε αὐτὸν ὡς ἴδιον αὐτοῦ Θεόν. Σὺ γὰρ, φησὶν, ὁ καταξιώσας ἐμὸς χρηματίσαι Θεὸς, καθ' ἣν περιποιῆσαι πρὸς τοὺς ἁγίους ἐπαγγελίαν εἰπών· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Παράδεξαί μου τὴν δέησιν. Καὶ μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ταῦτα δ' ἔφασκεν ἐν ἀγωνίᾳ καθεστώς· μή πη ἄρα τοῖς μετὰ τὴν ἀνάλυσιν τοῦ θνητοῦ βίου καταβαίνουσιν εἰς τὸν τοῦ θανάτου λάκκον παρομοιωθείη. Εἰ γὰρ τὰ μάλιστα ἐν τῷ πρὸ τούτου ἔλεγε ψαλμῷ· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων· ἀλλ' ὅμως ὡς ἄνθρωπος, ἔτι σάρκα περικείμενος, ἠγωνία