68
διὰ τὸ σαθρὸν καὶ εὐμετάβολον τοῦ βίου. Ἐπεὶ καὶ ὁ Ἀπόστολος ἠγωνία, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται. Λάκκον δὲ εἰώθασιν οἱ θεῖοι λόγοι ὀνομάζειν τὸ τῶν ψυχῶν οἰκητήριον τὸ ἐν τῷ καλουμένῳ ᾅδῃ· ὃ δὴ παρίστησιν αὐτὸς ὁ ∆αυῒδ οὐκ εἰς μακρὰν ἐν τῷ κθʹ ψαλμῷ λέγων· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ὁρᾷς ὅπως τὸν ᾅδην καὶ τὸν λάκκον ἐν ταὐτῷ διὰ τούτων συνῆψεν; Ἀλλ' ἐν μὲν τῷ μετὰ χεῖρας βοὰς πρὸς τὸν Θεὸν ἀφίησιν, παρακαλῶν μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον· ἐν δὲ τῷ ἐννάτῳ καὶ εἰκοστῷ κατωρθῶσθαι αὑτῷ τὰ τῆς εὐχῆς διδάσκει λέγων· Κύριε, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Προσφυῶς δὲ λάκκος ὠνόμασται τὸ ἐν τῷ ᾅδῃ τῶν ψυχῶν οἰκητήριον. Ὡς γὰρ ὁ λάκκος δοχεῖόν ἐστι τῶν ἄνωθεν καὶ ἐξ ὕψους εἰς αὐτὸν καταφερομένων ὑδάτων· τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ θανάτου χῶρος, ὁ καλούμενος ᾅδης τὰς ἄνωθεν ἀπὸ τοῦ τῶν ἀνθρώπων βίου εἰς αὐτὸν καταφερομένας ψυχὰς ὑποδεχόμενος, προσφυῶς λάκκος ὠνόμασται. Παρακαλεῖ τοίνυν μὴ συνελκυσθῆναι εἰς τὸν δεδηλωμένον λάκκον. Τοῦτο δὲ, φησὶν, ἔσται, εἰ ὅμοιος γενοίμην τοῖς λοιποῖς ἀνθρώποις τοῖς μὴ εἰσακουομένοις ὑπὸ σοῦ· ὃ δὴ σημεῖον τυγχάνει τῆς σῆς ἀποστροφῆς. Ἀντὶ δὲ τοῦ· Μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, ὁ Σύμμαχος, μὴ σιγήσῃς ἐξ ἐμοῦ, φησί· μήποτε, ἡσυχάσαντός σου ἄποθέν μου, ὁμοιωθῶ τοῖς καταβαίνουσιν εἰς λάκκον. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Ἔργα δὲ Κυρίου εἴποις ἂν τὴν τῶν γενητῶν πάντων ὑπόστασιν, καθ' ἣν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν ὁ τῶν πάντων ποιητὴς Θεός· ἔργα δὲ χειρῶν αὐτοῦ τὴν τῶν γενομένων διοίκησιν, καθ' ἣν προνοεῖ καὶ διέπει ὡσπερεὶ χερσὶ ταῖς ἑαυτοῦ προνοητικαῖς δυνάμεσι διακυβερνῶν τὰ πάντα. Εὐλογητὸς ὁ Θεὸς, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μοι 23.249 καὶ ἐβοηθήθην. Καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. Ὁ ἀψευδὴς Θεὸς, πιστούμενος ἑαυτοῦ τὰς ὑποσχέσεις, δι' ὧν ἐπήγγελται λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι· ὡς ἐγγὺς ἑστὼς τῶν καθαρῶς αὐτὸν ἐπικαλουμένων, καὶ ὡς οὐ πόῤῥω τυγχάνων τοῦ τὰ πραχθέντα προλεχθέντα δεηθέντος, ἐπήκοον ἑαυτὸν παρέσχε ταῖς προλεχθείσαις ἱκετηρίαις. Εἶθ' ὥσπερ σημεῖον δίδωσι διὰ τοῦ προφητικοῦ πνεύματος τῇ τοῦ δεηθέντος ψυχῇ, περὶ τοῦ εἰσηκοῦσθαι αὐτήν. Ἡ δὲ, συναισθομένη, μεταβάλλει μὲν τὰς ἱκετηρίους φωνὰς εἰς εὐχαριστίαν, ἐγνωκέναι δὲ ὁμολογεῖ τὴν γενομένην αὐτῇ εὐεργεσίαν· διό φησιν· Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου· Κύριος βοηθός μου καὶ ὑπασπιστής μου, ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. Συνῄσθετο γὰρ τῆς δεξιᾶς τοῦ Θεοῦ ἐκταθείσης μέχρις αὐτῆς καὶ ἀντιλαμβανομένης αὐτῆς πρὸς τὸ μὴ καθελκυσθῆναι εἰς τὸν δηλωθέντα λάκκον. Ἐξ ὑπερβαλλούσης δὲ χαρᾶς ὁ προφήτης οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὴν σάρκα αὐτοῦ φησὶ γεγηθέναι καὶ ἀνανεῶσθαι διὰ τὴν καὶ αὐτῷ σώματι ἐπηγγελμένην ἀγαθὴν ἐλπίδα κατὰ τὴν τῶν νεκρῶν ἀνάστασιν· διὸ ἐπιλέγει· Καὶ ἀνέθαλεν ἡ σάρξ μου· οἷς ἐπισυνάπτει· Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ· ὅπερ ὅμοιον εἶναί μοι δοκεῖ τῷ· Ἑκουσίως θύσω σοι. Ἀντὶ δὲ τοῦ, καὶ ἀνέθαλεν ἡ σάρξ μου, ὁ μὲν Σύμμαχος, ἄνθησαι, φησὶν, ἡ καρδία μου· ὁ δὲ Ἀκύλας, ἐγαυριάσατο ἡ καρδία μου· ὁ δὲ Θεοδοτίων, καὶ ἀνέθαλεν ἡ καρδία μου· ἡ δὲ πέμπτη ἔκδοσις, ἐκρατύνθη ἡ καρδία μου. Καὶ πάλιν ἀντὶ τοῦ, ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ, ὁ μὲν Σύμμαχος· Καὶ ἐν ᾠδαῖς μου ὑμνήσω αὐτὸν, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, καὶ ἀπὸ ᾄσματός μου ἐξομολογήσομαι αὐτῷ. Κύριος κραταίωμα τοῦ λαοῦ