1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

68

τῶν πράξεων ἱστορίας διηγου μένης, ὡς ὁ Ἡρώδης ἀνεῖλεν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, ἥκιστα καὶ τὴν ψυχὴν νομιοῦμεν τεθνάναι. {ΕΡΑΝ.} Πῶς γὰρ οἵ γε τῆς δεσποτικῆς παραινέσεως μεμνημένοι, "Μὴ φοβεῖσθε, λεγούσης, ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;" {ΟΡΘ.} Οὔ σοι δοκεῖ δυσσεβὲς εἶναι καὶ σχέτλιον, τῶν μὲν ἀνθρω πίνων ὀνομάτων ἀκούοντας μὴ ἀεὶ ψυχὴν ὁμοῦ καὶ σῶμα νοεῖν, μηδὲ θανάτου πέρι καὶ τάφου τῆς γραφῆς διηγουμένης, συμπεριλαμβάνειν τῇ διανοίᾳ τῷ σώματι τὴν ψυχήν, ἀλλὰ τῷ σώματι μόνῳ ταῦτα προσήκειν νομίζειν, τὴν δὲ τῆς ψυχῆς ἀθανασίαν εἰδέναι, τῇ τοῦ κυρίου διδασκαλίᾳ πιστεύοντας· τοῦ δὲ υἱοῦ τοῦ θεοῦ τὸ πάθος ἀκούοντας, μὴ οὕτω ποιεῖν, ἀλλὰ τοῦ μὲν σώματος, ᾧ προσήκει τὸ πάθος, ἥκιστα μνημονεύειν, τὴν δὲ θείαν φύσιν, τὴν ἀπαθῆ καὶ ἄτρεπτον καὶ ἀθάνατον θνητὴν τῷ λόγῳ καὶ παθητὴν ἀποφαίνειν· καὶ ταῦτα εἰδότας, ὡς εἴπερ οἵα τε παθεῖν ἦν ἡ τοῦ θεοῦ λόγου φύσις, περιττὴ τοῦ σώματος ἡ πρόσληψις ἦν; 204 {ΕΡΑΝ.} Παρὰ τῆς θείας γραφῆς μεμαθήκαμεν, ὡς ὁ υἱὸς τοῦ θεοῦ τὸ πάθος ὑπέμεινεν. {ΟΡΘ.} Καὶ μὴν ὁ θεῖος ἀπόστολος ἑρμηνεύει τὸ πάθος, καὶ τὴν πεπονθυῖαν ἐπιδείκνυσι φύσιν. {ΕΡΑΝ.} ∆εῖξον τοίνυν ὡς τάχιστα, καὶ λύσον τὴν ἀμφισβήτησιν. {ΟΡΘ.} Οὐκ οἶσθα τὸ χωρίον ἐκεῖνο τῆς πρὸς Ἑβραίους γραφείσης ἐπιστολῆς, ἔνθα φησὶν ὁ θεσπέσιος Παῦλος· "∆ιὸ οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελ φοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός." {ΕΡΑΝ.} Οἶδα ταῦτα, ἀλλ' οὐδέν ἐστιν ἐν τούτοις ὧν ἀποδείξειν ὑπέσχου. {ΟΡΘ.} Ὑποφαίνει μὲν καὶ ταῦτα ὅπερ δείξειν ἐπηγγειλάμην. Τὸ γὰρ τῆς ἀδελφότητος ὄνομα δηλοῖ συγγένειαν, τὴν δὲ συγγένειαν ἡ προσληφθεῖσα φύσις εἰργάσατο· ἡ δὲ πρόσληψις ἀναφανδὸν κηρύττει τὸ τῆς θεότητος ἀπαθές. Ἵνα δέ σε τοῦτο διδάξω σαφέστερον, ἀνάγ νωθι τὰ ἑξῆς. {ΕΡΑΝ.} "Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχηκε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀπαλλάξῃ τού τους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας." {ΟΡΘ.} Οἶμαι ταῦτα σαφηνείας μὴ δεῖσθαι· σαφῶς γὰρ διδάσκει τὸ τῆς οἰκονομίας μυστήριον. {ΕΡΑΝ.} Ὧν ἐπηγγείλω δείξειν ἐν τούτοις οὐδὲν ἑώρακα. {ΟΡΘ.} Καὶ μὴν διαρρήδην ἐδίδαξεν ὁ θεῖος ἀπόστολος, ὡς οἰκτείρας τῶν ἀνθρώπων τὴν φύσιν ὁ ποιητής, οὐ μόνον ἁρπαζομένην ὑπὸ τοῦ θανάτου πικρῶς, ἀλλὰ καὶ παρὰ πᾶσαν τὴν ζωὴν τῷ δέει δεδουλω μένην, διὰ σώματος τοῖς σώμασιν ἐπραγματεύσατο τὴν ἀνάστασιν, καὶ διὰ φύσεως θνητῆς κατέλυσε τοῦ θανάτου τὴν δυναστείαν. Ἐπειδὴ γὰρ αὐτὸς ἀθάνατον εἶχε τὴν φύσιν, ἐβουλήθη δὲ δικαίως παῦσαι τοῦ θανάτου τὸ κράτος, ἐκ τῶν ὑποκειμένων τῷ θανάτῳ λαβὼν ἀπαρχήν, καὶ ταύτην ἄμωμον φυλάξας καὶ ἁμαρτίας ἀμύητον, παρεχώρησε μὲν τῷ θανάτῳ καὶ ταύτην ἁρπάσαι καὶ τὴν ἀπληστίαν ἐμπλῆσαι· διὰ δὲ τὴν κατὰ ταύτης ἀδικίαν, καὶ τὴν κατὰ τῶν ἄλλων 205 ἄδικον ἔπαυσε τυραννίδα. Τὴν γὰρ ἀδίκως καταποθεῖσαν ἀπαρχὴν ἀναστήσας, ἀκολουθῆσαι ταύτῃ παρεσκεύασε τὸ γένος. Ταύτην τοῖς ἀποστολικοῖς ῥητοῖς παράθες τὴν ἑρμηνείαν, καὶ ὄψει τὴν τῆς θεότητος ἀπάθειαν. {ΕΡΑΝ.} Οὐδὲν ἐν τοῖς ἀναγνωσθεῖσι ῥητοῖς περὶ τῆς θείας ἀπα θείας δεδήλωται. {ΟΡΘ.} Τὸ οὖν φάναι τὸν θεῖον ἀπόστολον, διὰ τοῦτο τοῖς παιδίοις αὐτὸν κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος, "ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου," οὐ σαφῶς δηλοῖ τὸ τῆς θεότητος ἀπαθὲς καὶ τὸ τῆς σαρκὸς παθητόν, καὶ ὡς, παθεῖν τῆς θείας μὴ δυναμένης φύσεως, ἔλαβε τὴν παθεῖν δυναμένην, καὶ διὰ ταύτης ἔλυσε τοῦ διαβόλου τὸ κράτος; {ΕΡΑΝ.} Πῶς διὰ τῆς σαρκὸς καὶ τοῦ διαβόλου τὸ κράτος ἔλυσε καὶ τοῦ θανάτου τὴν δυναστείαν; {ΟΡΘ.} Τίσιν ὅπλοις ἐξ ἀρχῆς χρησάμενος ὁ