69
αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστι. Σαφῶς οὖν ἐν τούτοις τοῦ Χριστοῦ καὶ τῶν ὑπ' αὐτοῦ σωζομένων ἐμνημόνευσεν ἡ προφητεία, εὐκαίρως ἐξ ἑνὸς τοῦ ∆αυῒδ τοὺς πάντας χαρακτηρίσασα. Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνον δεηθέντα ἔσωσεν, οὕτως, φησὶν, καὶ παντὸς τοῦ ἰδίου λαοῦ κραταίωμα ἔσται. Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. Ποία δὲ τοῦ Χριστοῦ ἡ κληρονομία δείκνυται ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι γὰρ, φησὶν, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Οὐκ ἂν δὲ ἁμάρτοις καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ θεοφιλεῖς καὶ προφήτας καὶ δικαίους ἄνδρας τῆς τοῦ Χριστοῦ γεγονέναι κληρονομίας εἰπὼν, καὶ τῶν σωτηρίων αὐτοῦ μετεσχηκέναι. Οὐδὲ γὰρ τὰ πλήθη καὶ τοὺς ἀναξίως παραβαλόντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσήκει λαὸν ἀποφαίνειν αὐτοῦ, ἀλλ' ἢ μόνως τοὺς ἀρεσκόντως αὐτῷ βιοῦντας, περὶ ὧν εἴποι ἄν· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. - Καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον ἕως τοῦ αἰῶνος. Ποιμαίνει δὲ αὐτοὺς ἐνταῦθα, τὴν ψυχὴν αὐτοῦ τιθεὶς ὑπὲρ αὐτῶν, ὥς φησιν ἐν Εὐαγγελίοις· Ὁ ποιμὴν ὁ 23.252 καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· καὶ πάλιν· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πάλιν· Ἔσομαι μεθ' ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος· καιρῷ δὲ ἐπιτηδείῳ ἐπάρας αὐτοὺς εἰς ὕψος, τῆς οὐρανίου βασιλείας καταξιώσει. ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΚΗʹ. Ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Τούτοις ἰσοδυναμεῖν ἡγοῦμαι κατὰ τὴν διάνοιαν τὰ ἐν πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῆς τῶν ἐθνῶν κλήσεως τοῦτον λελεγμένα τὸν τρόπον· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· οἷς ἑξῆς ἐπιλέγεται· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Ἐν οἷς ὁ λόγος, τὴν εὐαγγελικὴν χάριν τὴν εἰς πάντα χυθεῖσαν τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη προευαγγελισάμενος, καὶ τοῦ καινοῦ ᾄσματος, δηλαδὴ τῆς καινῆς ∆ιαθήκης μνημονεύσας, ἑξῆς προστάττει κομίζειν τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ τὰ ἑξῆς. Ταῦτά τε κομίζειν παρακελεύεται οὐκ Ἰουδαίοις, ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, καὶ κατὰ τὴν Ἑβραϊκὴν ἀκρίβειαν, ταῖς συγγενείαις τῶν λαῶν. Ταῦτα μὲν οὖν σαφῶς ἐν τῷ πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῶν ἐθνῶν ἐθεσπίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ὁ λόγος τὰ αὐτὰ τῷ Κυρίῳ προσφέρειν τοῖς υἱοῖς τῶν κριῶν κελεύει· οὓς νομίζω μηδὲν διαφέρειν τῶν πατριῶν τῶν ἐθνῶν, ἢ τῶν συγγενειῶν τῶν λαῶν. Οὐ γὰρ αὐτοὶ οἱ κριοὶ προστάττονται προσφέρειν τὰ κεκελευσμένα, ἀλλ' οἱ υἱοὶ τῶν κριῶν. Καὶ ταῦτά φημι κατὰ τὴν Ἑβραίων ἀνάμνησιν, καθ' ἣν οὐκ ἐκφέρεται τό· Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. ∆ιὸ καὶ ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα, ὡς μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ μήτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. Εἰ δὲ χρὴ καὶ εἰς τὴν τῶν Ἑβδομήκοντα θεωρῆσαι ἔκδοσιν, φημὶ τὸν λόγον προστάττειν τοῖς υἱοῖς τοῦ φέρειν τῷ Κυρίῳ οὐ κριοὺς, ἀλλὰ υἱοὺς κριῶν· καὶ δόξαν καὶ τιμὴν καὶ τὰ ἑξῆς ἐπιλεγόμενα· ἃ δὴ ἀπὸ τῆς παραθέσεως τοῦ πέμπτου καὶ ἐνενηκοστοῦ ψαλμοῦ περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς εἴποιμι ἂν προφητεύεσθαι. Οὐκ ἂν δὲ ἁμάρτοιμεν τοὺς ἐνταῦθα υἱοὺς Θεοῦ