1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

69

διάβολος ἐξηνδραπόδισε τῶν ἀνθρώπων τὴν φύσιν; {ΕΡΑΝ.} ∆ιὰ τῆς ἁμαρτίας αἰχμάλωτον ἔλαβε τὸν τοῦ παραδείσου καταστάντα πολίτην. {ΟΡΘ.} Τίνα δὲ τῇ τῆς ἐντολῆς παραβάσει ζημίαν ὥρισεν ὁ θεός; {ΕΡΑΝ.} Θάνατον. {ΟΡΘ.} Οὐκοῦν μήτηρ μὲν τοῦ θανάτου ἡ ἁμαρτία, ταύτης δὲ πατὴρ ὁ διάβολος. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ὑπὸ ταύτης οὖν ἐπολεμεῖτο τῶν ἀνθρώπων ἡ φύσις. Αὕτη γὰρ δουλουμένη τοὺς πειθομένους καὶ τῷ παμπονήρῳ προσῆγε πατρί, καὶ παρέπεμπε τῷ πικροτάτῳ κυήματι. {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Εἰκότως ἄρα ὁ ποιητὴς ἑκατέραν δυναστείαν καταλῦσαι θελήσας τὴν ὑπὸ τούτων πολεμουμένην ἀνέλαβε φύσιν, καὶ πάσης αὐτὴν ἁμαρτίας διατηρήσας ἀμύητον καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέραν ἀπέφηνε, καὶ τοῦ θανάτου τὸ κράτος διὰ ταύτης κατέλυσεν. Ἐπειδὴ γὰρ τιμωρία τῶν ἡμαρτηκότων ὁ θάνατος ἦν, τὸ δὲ σῶμα τὸ κυριακὸν οὐκ ἔχον ἁμαρτίας κηλῖδα ὃ παρὰ τὸν θεῖον νόμον ὁ θάνατος 206 ἀδίκως ἐξήρπασεν, ἀνέστησε μὲν πρῶτον τὸ παρανόμως κατασχεθέν, ἔπειτα δὲ καὶ τοῖς ἐνδίκως καθειργμένοις ὑπέσχετο τὴν ἀπαλλαγήν. {ΕΡΑΝ.} Καὶ πῶς δίκαιον εἶναί σοι δοκεῖ τὰ δικαίως τῷ θανάτῳ παραδοθέντα σώματα τῷ παρανόμως κατασχεθέντι κοινωνῆσαι τῆς ἀναστάσεως; {ΟΡΘ.} Σοὶ δὲ πῶς εἶναι δίκαιον φαίνεται, τοῦ Ἀδὰμ παραβεβη κότος τὴν ἐντολήν, ἀκολουθῆσαι τῷ προγόνῳ τὸ γένος; {ΕΡΑΝ.} Εἰ καὶ μὴ τῆς παραβάσεως ἐκείνης ἐκοινώνησε τὸ γένος, ἀλλ' οὖν ἑτέρας ἁμαρτάδας ἐξήμαρτε, καὶ τούτου χάριν τοῦ θανάτου μετέλαβεν. {ΟΡΘ.} Καὶ μὴν οὐχ ἁμαρτωλοὶ μόνον, ἀλλὰ καὶ δίκαιοι καὶ πατριάρ χαι καὶ προφῆται καὶ ἀπόστολοι καὶ οἱ ἐν διαφόροις εἴδεσιν ἀρετῆς διαλάμψαντες ὑπὸ τὰς ἄρκυς τοῦ θανάτου γεγένηνται. {ΕΡΑΝ.} Πῶς γὰρ οἷόν τε ἀθανάτους διαμεῖναι τοὺς ἐκ θνητῶν πατέρων βλαστήσαντας; Ὁ γὰρ Ἀδὰμ μετὰ τὴν παράβασιν καὶ τὴν θείαν ἀπόφασιν ὑπὸ τὴν τοῦ θανάτου δυναστείαν τελέσας ἔγνω τὴν γυναῖκα, καὶ πατὴρ ἐχρημάτισεν. Θνητὸς τοίνυν γεγονὼς θνητῶν κατέστη πατήρ. Εἰκότως τοίνυν ἅπαντες θνητὴν εἰληφότες φύσιν ἕπονται τῷ προπάτορι. {ΟΡΘ.} Ἄριστα ἡμῖν τῆς τοῦ θανάτου κοινωνίας τὴν αἰτίαν ἀπέδει ξας. Ταὐτὸ τοίνυν τοῦτο δοτέον καὶ ἐπὶ τῆς ἀναστάσεως. Χρὴ γὰρ πρόσφορον εἶναι τῷ πάθει τὸ φάρμακον. Ὥσπερ γὰρ τοῦ γενάρχου κατακριθέντος ἅπαν συγκατεκρίθη τὸ γένος, οὕτως τοῦ σωτῆρος λύσαντος τὴν ἀράν, ἀπήλαυσεν τῆς ἐλευθερίας ἡ φύσις. Καὶ καθάπερ κατελθόντι τῷ Ἀδὰμ εἰς τὸν ᾅδην ἠκολούθησαν οἱ μετασχόντες τῆς φύσεως, οὕτως ἀναστάντι τῷ δεσπότῃ Χριστῷ κοινωνήσει τῆς ἀνα βιώσεως πᾶσα τῶν ἀνθρώπων ἡ φύσις. {ΕΡΑΝ.} Ἀποδεικτικῶς οὐκ ἀποφαντικῶς χρὴ λέγειν τῆς ἐκκλη σίας τὰ δόγματα. ∆εῖξον τοίνυν ταῦτα διδάσκουσαν τὴν θείαν γραφήν. {ΟΡΘ.} Ἄκουσον τοῦ ἀποστόλου Ῥωμαίοις γράφοντος καὶ ταῦτα δι' ἐκείνων πάντας ἀνθρώπους διδάσκοντος· "Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν, καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. 207 Τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν· "Ἄρα οὖν, ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί." Καὶ Κορινθίοις δὲ τὸν περὶ τῆς ἀναστά σεως προσφέρων λόγον, ἐν κεφαλαίῳ τὸ τῆς οἰκονομίας αὐτοῖς ἀποκαλύπτει μυστήριον, καί