70
λεγομένους τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς εἶναι ἀποφηνάμενοι, 23.253 δι' ὧν ἡ κλῆσις τῶν ἐθνῶν φαίνεται κατωρθωμένη· οἷς ὁ μετὰ χεῖρας λόγος προστάττει φέρειν τῷ Κυρίῳ πρῶτον μὲν ἁπάντων υἱοὺς κριῶν, ἀλλ' οὐ κριούς· ἐπειδήπερ πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐλέγετο ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου. Τῶν δὲ πατέρων λήθην ποιήσασθαι παρεκελεύσατο αὐτῇ ὁ λόγος εἰπών· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου. Ταῦτα γὰρ οὐδὲ πρὸς ἄλλην ἢ πρὸς μόνην τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐλέγετο· παραινοῦντος αὐτῇ τοῦ θείου Πνεύματος λήθην ποιήσασθαι τοῦ προτέρου αὐτῆς λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς διὰ τὴν πολύθεον πλάνην, καὶ τὴν τῶν πατέρων αὐτῆς δεισιδαιμονίαν. Εἶτ' ἐπειδὴ τῶν πατέρων ἐπιλαθέσθαι αὐτῇ παρεκελεύσατο, ἀναγκαίως ἐπάγει λέγων· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. Τούτους υἱοὺς κριῶν διὰ τὸ ἄλογον ἀποκαλεῖ. Εἶτ' ἐπιλέγει· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ὃ δὴ νοήσεις ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς μαθητὰς παρακελεύσεως, δι' ἧς παραινεῖ λέγων αὐτοῖς· Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως, βλέποντες τὰ καλὰ ὑμῶν ἔργα, δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τρίτον ἔτι πρὸς τούτοις, φέρειν τῷ Κυρίῳ προστάττει συμφώνως ὁ μετὰ χεῖρας ψαλμὸς, καὶ ὁ ἐνενηκοστὸς πέμπτος, δόξαν ὀνόματι αὐτοῦ. Αὐτῷ μὲν γὰρ προσφέρομεν δόξαν διὰ δογμάτων ἐῤῥωμένων· ἀλλὰ καὶ τιμὴν αὐτῷ προσφέρομεν, πειθαρχοῦντες προστάγματι λέγοντι· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Τῷ δὲ ὀνόματι αὐτοῦ δόξαν περιάπτομεν, ἐπειδὰν λάμπῃ ἡμῶν τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων· ὥστε ὁρῶντας αὐτοὺς δοξάζειν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅπως δὲ παρὰ τοῖς ἔθνεσι τὸ ὄνομα αὐτοῦ δοξάζεται, καὶ ὁ διὰ τοῦ προφήτου παρίστησι λόγος πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτεινόμενος καὶ λέγων· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν· ὑμεῖς δὲ βεβηλοῦντες αὐτό. Πρὸς τούτοις ἅπασιν οἱ δηλωθέντες υἱοὶ τοῦ Θεοῦ, ἢ υἱοὶ τῶν κριῶν κελεύονται προσκυνεῖν τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Οὐ γὰρ ἔξω τῆς αὐλῆς βούλεται, οὐδὲ ἀνακεχωρημένως ἰδιάζοντας προσκυνεῖν αὐτῷ, ἀλλ' ἀπαντῶντας εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, ὁ μὲν Ἀκύλας, ἐν διαπρεπείᾳ ἡγιασμένῃ, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἐν διαπρεπείᾳ ἁγίᾳ. Βούλεται γὰρ ἡμᾶς ὁ λόγος μετὰ τοῦ πρέποντος κόσμου, καὶ τῆς τῷ Θεῷ προσφιλοῦς δικαιοσύνης τὴν προσκύνησιν ποιεῖσθαι, ὅλους αὐτοὺς ἐν ἁγιασμῷ γενομένους καὶ ἐν εὐπρεπείᾳ. 23.256 Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὅτι, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουε φωνὴν ὑδάτων πολλῶν. Καὶ ὅλως, συναγαγών τις τὰ ἐν τῇ Παλαιᾷ περὶ ὑδάτων ἀναγεγραμμένα, καὶ ὡς τὸ, Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· καὶ τό· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα· τά τε ἐν τῷ κατακλυσμῷ, ὡς, ἁπάντων ὑποβρυχίων γινομένων, μόνος ὁ Νῶε καὶ οἱ σὺν αὐτῷ διεσώζοντο ἐν τῇ κιβωτῷ· καὶ τὰ ἐπὶ τῆς Αἰγύπτου, καὶ τὰ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τὰ ἐν τῷ Ἰορδάνῃ, ὅπως ἀβρόχῳ ποδὶ διεβίβασαν οἱ υἱοὶ Ἰσραὴλ, ὄψεται. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου οὐκ ἐν τῇ ἀσθενεῖ καὶ λελυμένῃ ψυχῇ,