71
ἀλλ' ἐν τῇ εὐτόνῳ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Οὐ διὰ μόνων, φησὶ, τῶν εἰρημένων ἡμῖν περὶ ὑδάτων ἡ φωνὴ παρίσταται τοῦ Κυρίου· ἀλλὰ καὶ διὰ τῆς ἰσχύος αὐτοῦ καὶ τῆς μεγαλοπρεπείας, ἣν ἔστιν ὀφθαλμοῖς κατανοῆσαι ἀθρόως τὸν σύμπαντα κόσμον ἀπείρατα, ἰδίως τε τὰ τούτου μέρη θεασάμενον, τά τε μεγέθη τὰ ἀνεκδιήγητα καὶ τὰ ἀνέκφραστα κάλλη, τήν τε ἐν αὐτοῖς ὁρωμένην πολυποίκιλον σοφίαν· ἃ δὴ τυγχάνει παραστατικὰ τῆς τοῦ συστησαμένου τὰ πάντα δυνάμεώς τε καὶ ἰσχύος. Ἔνθεν οἱ προφητικοὶ λόγοι τὴν θεολογίαν ἀπὸ τῆς μεγαλουργίας αὐτοῦ παρελάμβανον. ∆ιὸ εἴρηται παρὰ τῷ Ἱερεμίᾳ· Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ τὰ ἑξῆς. Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ἢ καὶ οὕτως· Μόσχον ἔοικε Λιβάνου, τὸν υἱὸν μονοκερώτων, τὴν Ἱερουσαλὴμ λέγειν, καὶ τὸν πάλαι ἠγαπημένον υἱὸν μονοκερώτων. Ἐπεὶ πατέρων γεγόνασιν ἁγίων, οἵτινες ἐλέγοντο μονοκέρωτες, διὰ τὸ μόνῳ Θεῷ κέρατι κεχρῆσθαι, ὡς ἐπ' αὐτῷ σεμνύνεσθαι καὶ λέγειν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ὧν υἱοὶ γεγόνασιν οἱ ἡγούμενοι τῶν ἐκ περιτομῆς Σαρίων ἐνταῦθα κεκλημένοι κατὰ τὰς ἄλλας ἐκδόσεις, ὃ ἑρμηνεύεται ἄρχοντες, οὓς ἀπειλῇ συνέτριψε μετὰ τῆς Ἱερουσαλὴμ, ἣν μόσχον ἔφη καὶ Λίβανον. Σαφῶς γὰρ Ἰεζεκιὴλ ὁ προφήτης τοῦτο παρέστησε φήσας· Τάδε λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαλδαίων· ἃ καὶ διὰ τῶν ἑξῆς ἡρμήνευσε λέγων· Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ 23.257 λήψεται τὸν βασιλέα αὐτῆς καὶ τὸν ἄρχοντα αὐτῆς. Τούτους γὰρ ἐπίλεκτα καὶ ἄκρα κέκληκεν ἁπαλότητος. Μόσχον δὲ αὐτῆς φησι τὸ θυσιαστήριον, ἐν ᾧ μόσχους καὶ θυσίας ἀνέφερον· ἃ δὴ πάντα συντέτριπται μετὰ Σαρίων, ὅ ἐστιν ἀρχόντων. Οὕτως οὖν φησι συντρίψει καὶ τοὺς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀσεβεῖς, τοὺς ἐπαιρομένους ὡς τὰς κέδρους τοῦ Λιβάνου. Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Ἀληθῶς γὰρ ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη, ἔρημος οὖσα πρότερον Θεοῦ γνώσεως καὶ εὐσεβείας, συνεσείσθη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὡς μεταβαλεῖν αὐτὴν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνοίας εἰς ἐπιστήμην θείαν. Γέγονεν οὖν ἐξ ἐρήμου οἰκουμένη. Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἐλάφους γὰρ, φησὶν, ὁ Κύριος καταρτισάμενος· ζῶον φιλέρημον ὀφιοκτόνον τε καὶ κερασφόρον, καὶ κατὰ τὸν νόμον καθαρὸν, ὃν ἐξέπεμψεν εἰς τὴν προδηλωθεῖσαν ἔρημον. Οἱ δὲ ταύτην διαδραμόντες τοὺς ἐν αὐτῇ ὄφεις τοῖς ἑαυτῶν κατεπάτησαν ποσὶ, πάντα τε τὰ ἐν τῇ ἐρήμῳ ἰοβόλα θηρία μακρὰν ἀπήλασαν· ὧν ἐλαθέντων, ἀπεκαλύφθησαν οἱ δρυμοί· Καὶ ἐν τῷ ναῷ πᾶς τις λέγει δόξαν. Σφόδρα ἀκριβῶς εἴρηται· Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν· οὐκέτι γὰρ Ἰουδαῖοι, οὐδὲ ὁ ἐκ περιτομῆς λαὸς, ἀλλὰ πᾶς τις ὁ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστραφείς. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. ΨΑΛΜΟΣ Ω∆ΗΣ ΤΟΥ ΕΓΚΑΙΝΙΣΜΟΥ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ∆ΑΥΙ∆ ΚΘʹ. Ἀλλ' εἴποι τίς ἂν πρὸς τοῦτο, ὡς οὐδεμίαν οἰκοδομῆς οἴκου ἢ ναοῦ ποιεῖται μνήμην· οὐδέ τις λόγος ἐστὶν ἐν τῷ ψαλμῷ δυνάμενος ἁρμόζειν ἐγκαινίοις οἴκου, ὡς νομίσαι τινὰ ἐπὶ ἐγκαινισμῷ τοῦ ἐν Ἱεροσολύμοις νεὼ τὸν προκείμενον ψαλμὸν εἰρῆσθαι. Ἀλλ' ἐπεὶ προγέγραπται, Ὠδῆς ἐγκαινισμοῦ τοῦ οἴκου· σκόπει μήποτε οἶκον