1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

71

κατασφαγεὶς ἐξ ἧσπερ ἡμέρας ὁ μεγαλόδωρος τοῦτο προσέταξε γενέσθαι, τῇ τρίτῃ τυπικῶς ἀνεβίω τῇ τοῦ φιλανθρώπου φωνῇ· ὤφθη δὲ κριὸς ἐξηρτημένος φυτοῦ, καὶ τοῦ σταυροῦ τὴν εἰκόνα δεικνύς, ὃς ἀντὶ τοῦ παιδὸς ὑπέμεινε τὴν σφαγήν. Εἰ δὲ τύπος ταῦτα τῆς ἀλη θείας, ἐν δὲ τῷ τύπῳ σφαγὴν οὐχ ὑπέμεινεν ὁ μονογενής, ἀλλὰ κριὸς ἀντεισήχθη καὶ τῷ βωμῷ προσηνέχθη καὶ τῆς ἱερουργίας πεπλήρωκε τὸ μυστήριον, τί δήποτε κἀνταῦθα μὴ τῇ σαρκὶ τὸ πάθος προσνέμετε, καὶ τῆς θεότητος τὴν ἀπάθειαν κηρύττετε; {ΕΡΑΝ.} Καὶ σὺ τὰ περὶ τοῦ τύπου διηγούμενος τὸν Ἰσαὰκ ἔφης ἀναβιῶναι τῇ θείᾳ φωνῇ. Οὐδὲν τοίνυν ἀπεικὸς ποιοῦμεν, τῷ τύπῳ προσαρμόζοντες τὴν ἀλήθειαν, καὶ τὸν θεὸν λόγον πεπονθέναι καὶ ἀναβιῶναι κηρύττοντες. {ΟΡΘ.} Πολλάκις ἔφην ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει. Τοῦτο δὲ κἀντεῦθεν καταμαθεῖν εὐπετές. Ὁ γὰρ Ἰσαὰκ καὶ ὁ κριὸς κατὰ μὲν τὸ διάφορον τῶν φύσεων τῇ εἰκόνι συμβαίνουσι, κατὰ δὲ τὸ διῃρημένον κεχωρισμένων τῶν ὑποστάσεων οὐκ ἔτι. Θεότητος γὰρ ἡμεῖς καὶ ἀνθρωπότητος τοιαύτην κηρύττομεν ἕνωσιν, ὡς ἐννοεῖν ἓν πρόσωπον ἀδιαίρετον, καὶ τὸν αὐτὸν θεόν τε εἰδέναι καὶ ἄνθρωπον, ὁρώμενον καὶ ἀόρατον, περιγεγραμμένον καὶ ἀπερίγραφον, καὶ τὰ ἄλλα δὲ πάντα, ὅσα τῆς θεότητος καὶ τῆς ἀνθρω πότητος ὑπάρχει δηλωτικά, τῷ προσώπῳ τῷ ἑνὶ προσαρμόττομεν. Ἐπειδὴ τοίνυν οὐχ οἷόν τε ἦν ἐν τῷ κριῷ προτυπωθῆναι τὴν ἀναβίω σιν, ἀλόγῳ γε ὄντι καὶ τῆς θείας εἰκόνος ἐστερημένῳ, μερίζονται τοῦ 210 τῆς οἰκονομίας μυστηρίου τὸν τύπον, καὶ ὁ μὲν τοῦ θανάτου, ὁ δὲ τῆς ἀναστάσεως δείκνυσι τὴν εἰκόνα. Ταὐτὸ δὲ τοῦτο κἀν ταῖς μωσαϊκαῖς θυσίαις εὑρίσκομεν. Ἔστι γὰρ ἰδεῖν καὶ ἐν ἐκείναις προδιαγραφέντα τοῦ σωτηρίου πάθους τὸν τύπον. {ΕΡΑΝ.} Καὶ ποία θυσία μωσαϊκὴ σκιογραφεῖ τὴν ἀλήθειαν; {ΟΡΘ.} Πᾶσα μέν, ὡς ἔπος εἰπεῖν, ἡ παλαιὰ τύπος ἐστὶ τῆς καινῆς. ∆ιά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος διαρρήδην λέγει· "Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν·" καὶ πάλιν· "Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις." Ἐναργέστατα δὲ τοῦ ἀρχετύπου δείκνυσι τὴν εἰκόνα τὸ πρόβατον τὸ ἐν Αἰγύπτῳ τυθέν, καὶ ἡ δάμαλις ἡ πυρρὰ ἡ πόρρω τῆς παρεμβολῆς καιομένη. Ταύτης καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μνημονεύσας ἐπήγαγε· "∆ιὸ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν." Ἀλλὰ τούτων μὲν ἐπὶ τοῦ παρόντος οὐδὲν ἐρῶ, ἐκείνης δέ γε τῆς θυσίας μνησθήσομαι, ἣ δύο τράγους ἔχει προσφερομένους, καὶ τὸν μὲν ἕνα θυόμενον, τὸν δὲ ἕτερον ἀφιέμενον. Τῶν γὰρ δύο τοῦ σωτῆρος φύσεων οὗτοι προδιαγράφουσι τὴν εἰκόνα, ὁ μὲν ἀφιέμενος τῆς ἀπα θοῦς θεότητος, ὁ δέ γε σφαττόμενος τῆς παθητῆς ἀνθρωπότητος. {ΕΡΑΝ.} Εἶτα οὔ σοι δοκεῖ βλάσφημον τὸ τράγοις τὸν δεσπότην ἀφομοιοῦν; {ΟΡΘ.} Τί πλέον ἡγῇ φευκτὸν εἶναι καὶ μυσαρόν, ὄφιν ἢ τράγον; {ΕΡΑΝ.} ∆ῆλον ὡς ὄφις ἐστὶ μυσαρός. Λωβᾶται γὰρ τοὺς πελά ζοντας, πολλάκις δὲ πημαίνει καὶ τοὺς οὐδὲν ἀδικήσαντας· ὁ δὲ τῶν ἐδωδίμων ἐστὶ καὶ καθαρῶν κατὰ τὸν νόμον. {ΟΡΘ.} Οὐκοῦν ἄκουσον τοῦ δεσπότου τῷ ὄφει τῷ χαλκῷ τὸ σωτήριον ἀπεικάζοντος πάθος· "Καθὼς ὕψωσε, φησίν, Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Εἰ δὲ χαλκοῦς ὄφις τὸν τοῦ προσηλωθέντος σώματος ἐπλήρωσε τύπον, τί δεδράκαμεν ἀπεικός, τῷ σωτηρίῳ πάθει παραθέντες τὴν τῶν τράγων θυσίαν; 211 {ΕΡΑΝ.} Ὅτι τὸν κύριον ὁ Ἰωάννης ἀμνὸν προσηγόρευσεν, καὶ ὁ Ἡσαΐας ὡσαύτως ἀμνὸν καὶ πρόβατον. {ΟΡΘ.} Ὁ δέ γε μακάριος Παῦλος ἁμαρτίαν αὐτὸν καὶ κατάραν καλεῖ. Τοιγάρτοι ὡς μὲν κατάρα τοῦ καταράτου ὄφεως τὸν τύπον πληροῖ· ὡς δὲ ἁμαρτία τῆς τῶν τράγων θυσίας δείκνυσι τὴν εἰκόνα. Ὑπὲρ γὰρ ἁμαρτίας, κατὰ τὸν νόμον, οὐκ ἀμνός, ἀλλὰ χίμαρος ἐξ αἰγῶν προσεφέρετο. ∆ιά τοι τοῦτο καὶ ὁ κύριος