72
ἐνταῦθα τὴν ἑαυτοῦ ψυχὴν αἰνίττεται· ἐν ᾗ τὸ θεῖον Πνεῦμα, ὡς ἐν ναῷ οἰκῆσάν ποτε, καιρῷ τινι ἔρημον αὐτὴν καταλέλοιπεν, ἀναχωρῆσαν διὰ τὴν πλημμεληθεῖσαν αὐτῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα πρᾶξιν· δι' ἣν καὶ μέχρι τοῦ θανάτου κατελήλυθε, τὰ πρὸ θάνατον ἁμαρτήσας· δυνάμει δὲ τότε καὶ εἰς τὸν λάκκον, καὶ εἰς τὸν ᾅδην κατηνέχθη, κατέβη τε ἀληθῶς εἰς διαφθοράν· ὡς διὰ ταῦτα θρήνοις αὐτὸν σχολάσαι, σάκκον τε ἀντὶ τῆς βασιλικῆς ἐσθῆτος περιβαλέσθαι. Ἀλλ' ἐπειδὴ ἀξιόλογον ἐνδειξάμενος μετάνοιαν, ἑαυτόν τε κολάσας καὶ τιμωρησάμενος, ἱκανῶς τε ἐγκαρτερήσας ταῖς ἐξομολογήσεσιν, ἐπαγγελίαν ἀφέσεως τῆς ἁμαρτίας εἴληφε, διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου Χριστοῦ, μέλλοντος καὶ μέχρις ᾅδου καταβήσεσθαι· εἰκότως τῆς κατηφείας μεταβαλὼν, καὶ τῆς ἐφ' οἷς ἐτόλμησεν ἐξομολογήσεως, εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ λέγων· 23.260 Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον, μεταβεβλῆσθαί τε αὐτῷ τὰ τοῦ πένθους εἰς εὐφροσύνην σημαίνει καὶ δι' ὧν φησίν· Ἔστρεψας τὸν κοπετὸν εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. ∆εδειγμένου τοίνυν τοῦ οἴκου τῆς τοῦ ∆αυῒδ ψυχῆς, ἄρα τῷ ἐγκαινισμῷ τοῦ τοιούτου οἴκου ἐφαρμόζειν τὰ προκείμενα. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω μοι. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ταῦτα μὲν ὁ ∆αυῒδ διὰ τοῦ μετὰ χεῖρας ψαλμοῦ λέγει· ἐν δὲ τῷ εἰκοστῷ ἑβδόμῳ ψαλμῷ ὁ αὐτὸς ἐβόα λέγων· Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀλλ' ἐπεὶ μὲν ταῦτα ηὔχετο· ἐνταῦθα δὲ εὐχαριστεῖ ὡς κατενεχθεὶς πρότερον καὶ καταπεσὼν εἰς τὸν λάκκον, ἀνενεχθεὶς δὲ πάλιν καὶ ἀνασωθεὶς ἐξ αὐτοῦ, καὶ μὴ ταῦτα παθὼν τοῖς καταβεβηκόσιν μὲν εἰς αὐτὸν, μὴ ἀναβεβηκόσι δέ· προηγουμένως γὰρ μακάριον τὸ μὴ ἁμαρτεῖν· ἐπειδὴ ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως τούτοις ὑπόκειται, δεύτερος, ὡς ἂν εἴποι τις, πλοῦς τὸ ἀναπαλέσαι καλὸν, καὶ τὸ ἀναλαβεῖν ταὐτὸν μετὰ τὴν νόσον, καὶ τὴν κατὰ φύσιν ἀπολαβεῖν ὑγείαν. Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. Συγχαίρειν αὐτῷ μετανοήσαντι, καὶ ἐξομολογεῖσθαι, τουτέστιν εὐχαριστεῖν τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· ἀντὶ τοῦ, τὴν μνήμην ἀναζωπυροῦντες, μηδ' ἐπιλανθανόμενοι τῶν παρὰ τοῦ Κυρίου χορηγουμένων ἀνθρώποις ἀγαθῶν. Μάλιστα δὲ προσήκει τὴν εὐχαριστίαν ἐπιτείνειν, μεμνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἥτις τοσαύτη τυγχάνει, ὡς μηδέποτε βούλεσθαί τι κακὸν ἀνθρώποις. Εἰ δὲ καί ποτέ τις διὰ τὴν οἰκείαν μοχθηρίαν ἐπιστροφῆς δεηθείη, αὐτὸς μὲν ἑαυτῷ κατασκευάζει θυμὸν ὀργῆς· τό γε μὴν θέλημα τοῦ Θεοῦ, μήποτε βούλεσθαι θάνατον ἀνθρώπῳ, ἀλλὰ ζωήν. ∆ιὸ ἐν ἑτέροις λέγεται· Ζῶ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὕτω γοῦν καὶ ἐνταῦθα λέλεκται· Ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὐ γὰρ ὀργὴ ἐν τῷ θελήματι αὐτοῦ. Παρὰ προαίρεσιν δὲ Θεοῦ καὶ παρὰ τὸ βούλημα αὐτοῦ τοῖς ἁμαρτάνουσι κατασκευάζεται θυμὸς καὶ ὀργή· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος φήσας· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. 23.261 Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ∆ικαιοῖ τὴν κρίσιν τοῦ Κυρίου ὁμολογῶν πόθεν αὐτῷ συμβέβηκεν ἡ πτῶσις· δέον γὰρ ἑστῶτα ἐν τῇ παρὰ